1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

141

προβήσεσθαι μελλούσης τῆς ἐπιβουλῆς, καθεύδοντι αὐτῷ φοβεράν τινα καὶ σωτήριον ὀνείρατος ὄψιν ἐπιπέμπει τὸ θεῖον· ἔδοξε γὰρ ὡς ἐπὶ ἐγκλήματι 6.30.10 συλληφθεὶς σιδήρῳ δεδέσθαι πόδας καὶ χεῖρας. μέλλοντί τε αὐτῷ εἰς δικαστήριον ἄγεσθαι καὶ τιμωρίαν ὑπέχειν προσελθών τις ἐπέδειξε τὴν ἱερὰν τῶν εὐαγγελίων βίβλον· καὶ ὑπισχνεῖτο, εἰ τῆς πόλεως ἐξέλθοι, τῶν δεσμῶν 6.30.11 αὐτὸν ἀπαλλάξαι, καὶ ὅτι τοῦτο ποιήσει, ὅρκον ἀπῄτει. ὁ δὲ τῆς βίβλου ἐφαψάμενος ἦ μὴν ὧδε πράξειν ἐπωμόσατο· διαφεθείς τε τῶν δεσμῶν αὐτίκα ἐξηγέρθη, καὶ τῷ θείῳ ὀνείρῳ πεισθεὶς διέφυγε τὸν κίνδυνον· εἰς νοῦν τε λαβὼν χρῆναι μετιέναι τὸν ἀσκητικὸν βίον, ἐξεδήμησεν ἐκ Κωνσταντινουπόλεως εἰς ῾Ιεροσόλυμα, καὶ μετὰ χρόνον τινὰ παραγενόμενος ἐπὶ θέαν τῶν ἐν Σκήτει φιλοσοφούντων, ἠσμένισε τὴν ἐνθάδε διατριβήν. 6.31.1 Καλοῦσι δὲ τὸν χῶρον τοῦτον Νιτρίαν, καθότι κώμη τίς ἐστιν ὅμορος ἐν ᾗ τὸ νίτρον συλλέγουσιν. οὐ τὸ τυχὸν δὲ πλῆθος ἐνταῦθα ἐφιλοσόφει, καὶ μοναστήρια ἦν ἀμφὶ πεντήκοντα ἀλλήλοις ἐχόμενα, τὰ μὲν συνοικιῶν, τὰ 6.31.2 δὲ καθ' ἑαυτοὺς οἰκούντων. ἐντεῦθεν δὲ ὡς ἐπὶ τὴν ἔνδον ἔρημον ἕτερός ἐστι τόπος σχεδὸν ἑβδομήκοντα σταδίοις διεστώς, ὄνομα Κελλία· ἐν τούτῳ δὲ σποράδην ἐστὶ μοναχικὰ οἰκήματα πολλά, καθὸ καὶ τοιαύτης ἔλαχε προσηγορίας· κεχώρισται δὲ τοσοῦτον ἀλλήλων, ὡς τοὺς αὐτόθι κατοικοῦντας 6.31.3 σφᾶς αὐτοὺς μὴ καθορᾶν ἢ ἐπαΐειν. συνίασι δὲ πάντες εἰς ταὐτὸν καὶ ἅμα ἐκκλησιάζουσι τῇ πρώτῃ καὶ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος. ἢν δέ τις μὴ παραγένηται, δῆλός ἐστιν ἄκων ἀπολειφθεὶς ἢ πάθει τινὶ ἢ νόσῳ πεπεδημένος· καὶ ἐπὶ θέαν αὐτοῦ καὶ θεραπείαν οὐκ εὐθὺς πάντες ἀπίασιν, ἀλλ' ἐν διαφόροις καιροῖς ἕκαστος ἐπιφερόμενος ὅπερ ἂν ἔχῃ πρὸς νόσον 6.31.4 ἁρμόδιον. ἐκτὸς δὲ τοιαύτης αἰτίας οὐχ ὁμιλοῦσιν ἀλλήλοις, εἰ μὴ λόγων ἕνεκεν εἰς γνῶσιν θεοῦ τεινόντων ἢ ὠφέλειαν ψυχῆς ἔλθοι τις μαθησόμενος παρὰ τὸν φράσαι δυνάμενον. οἰκοῦσι δὲ ἐν τοῖς Κελλίοις ὅσοι τῆς φιλοσοφίας εἰς ἄκρον ἐληλύθασι καὶ σφᾶς ἄγειν δύνανται καὶ μόνοι διατρίβειν δι' 6.31.5 ἡσυχίαν χωρισθέντες τῶν ἄλλων. τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ περὶ Σκήτεως εἰρήσθω καὶ τῶν ἐνθάδε φιλοσοφούντων· εἰ γὰρ τὸ καθέκαστον τῆς αὐτῶν ἀγωγῆς διεξελθεῖν πειραθείην, μηκυνομένην ἴσως τὴν γραφὴν μωμήσαιτό τις. ἰδίαν γὰρ συστησάμενοι πολιτείαν, ἔργα καὶ ἤθη καὶ γυμνάσια καὶ 6.31.6 δίαιταν καὶ καιρὸν ἑκάστῃ ἡλικίᾳ κατὰ τὸ εἰκὸς διένειμαν. καὶ ῾Ρινοκόρουρα δὲ οὐκ ἐπεισάκτοις ἀλλ' οἴκοθεν ἀνδράσιν ἀγαθοῖς ἐξ ἐκείνου διέπρεπεν· ὧν δὲ ἐνθάδε φιλοσοφεῖν ἐπυθόμην, ἀρίστους ἔγνων τόν τε Μέλανα τὸν κατ' ἐκεῖνο καιροῦ τὴν ἐκκλησίαν ἐπιτροπεύοντα, καὶ ∆ιονύσιον ὃς πρὸς βορέαν τῆς πόλεως ἐν ἐρημίᾳ τὸ φροντιστήριον εἶχε, καὶ Σολομῶνα τὸν 6.31.7 Μέλανος ἀδελφὸν καὶ τῆς ἐπισκοπῆς διάδοχον. λέγεται δέ, ἡνίκα προστέτακτο τοὺς κατὰ πόλιν ἱερέας ἐναντίως ᾿Αρείῳ φρονοῦντας ἀπελαύνεσθαι, καταλαβεῖν Μέλανα τοὺς ἐπ' αὐτὸν ἐλθόντας τοὺς λύχνους τῆς ἐκκλησίας παρασκευαζόμενον, οἷά γε ὑπηρέτην ἔσχατον, ἐπὶ ῥυπῶντι ἱματίῳ ὑπὸ τοῦ 6.31.8 ἐλαίου τὴν ζώνην ἔχοντα καὶ τὰς θρυαλλίδας ἐπιφερόμενον. ἐρωτηθέντα δὲ περὶ τοῦ ἐπισκόπου εἰπεῖν ὡς «ἐνθάδε ἐστί, καὶ μηνύσω τοῦτον»· αὐτίκα δὲ τοὺς ἄνδρας οἷά γε ἐξ ὁδοῦ κεκμηκότας εἰς τὸ ἐπισκοπικὸν καταγώγιον 6.31. ὁδηγῆσαι, καὶ τράπεζαν παραθεῖναι, καὶ ἐκ τῶν ὄντων ἑστιᾶσαι· μετὰ δὲ τὴν ἑστίασιν νιψάμενον τὰς χεῖρας (διηκονεῖτο γὰρ τοῖς ἑστιωμένοις) ἑαυτὸν προσαγγεῖλαι· τοὺς δὲ τὸν ἄνδρα θαυμάσαντας ὁμολογῆσαι μὲν ἐφ' ᾧ ἐληλύθεισαν, αἰδοῖ δὲ τῇ πρὸς αὐτὸν ἐξουσίαν δοῦναι φυγῆς· τὸν δὲ φάναι ὡς «οὐκ ἂν προοίμην ταὐτὰ τοῖς ὁμοδόξοις ἱερεῦσιν μὴ ὑπομεῖναι», ἀλλ' ἑκοντὶ ἑλέσθαι εἰς τὴν ὑπερορίαν ἐλθεῖν. πᾶσαν δέ, οἷά γε ἐκ νέου 6.31.10 φιλοσοφήσας, μοναχικὴν ἀρετὴν ἐξησκεῖτο. ὁ δὲ Σολομὼν ἀπὸ ἐμπόρου εἰς μοναχὸν μεταβαλών, οὐδὲ αὐτὸς ὀλίγον ἀπώνατο τῆς ἔνθεν ὠφελείας· ὑπὸ διδασκάλῳ γὰρ τῷ ἀδελφῷ καὶ τοῖς τῇδε