147
στρατιωτῶν εἰς συμμαχίαν ἐπικαλέσασθαι τὸν στρατηγὸν πάσης τῆς ἀνὰ τὴν ἕω ἱππικῆς τε καὶ πεζῆς στρατιᾶς. τὸν δὲ γελάσαι μὲν τὴν κλῆσιν 6.38.3 καὶ ἀπόμαχον ποιῆσαι τὸν καλέσαντα· παραταξάμενον δὲ πρὸς Μαυίαν ἀντιστρατηγοῦσαν τραπῆναι καὶ μόλις διασωθῆναι παρὰ τοῦ ἡγεμόνος τῶν Παλαιστίνων καὶ Φοινίκων στρατιωτῶν. ὡς γὰρ εἶδεν αὐτὸν κινδυνεύοντα, μένειν ἐκτὸς τῆς μάχης κατὰ τὴν αὐτοῦ πρόσταξιν εὔηθες ἐνόμισε· προσδραμὼν δὲ ὑπήντετο τοῖς βαρβάροις καὶ τῷ μὲν καιρὸν 6.38.4 ἔδωκεν ἀσφαλεστέρας φυγῆς, αὐτὸς δὲ ὑπαναχωρῶν ἐν τῷ φεύγειν ἐτόξευε καὶ τοὺς πολεμίους ἐπικειμένους ἀπεκρούετο τοῖς τοξεύμασι. ταῦτα δὲ πολλοὶ τῶν τῇδε προσοικούντων εἰσέτι νῦν ἀπομνημονεύουσι, παρὰ δὲ 6.38.5 τοῖς Σαρακηνοῖς ἐν ᾠδαῖς ἐστιν. ἐπιβαροῦντος δὲ τοῦ πολέμου ἀναγκαῖον ἐδόκει περὶ εἰρήνης πρεσβεύεσθαι πρὸς Μαυίαν. τὴν δὲ λόγος τοῖς περὶ τούτου πρεσβευομένοις ἄντικρυς ἀπειπεῖν τὰς πρὸς ῾Ρωμαίους σπονδάς, εἰ μὴ τοῖς ὑπ' αὐτὴν ἀρχομένοις ἐπίσκοπος χειροτονηθείη Μωσῆς τις ἐν τῇ πέλας ἐρήμῳ τηνικάδε φιλοσοφῶν, ἀνὴρ ἀπὸ βίου ἀρετῆς σημείων τε 6.38.6 θείων καὶ παραδόξων πράξεων ἐπίσημος. ἐπιτραπέντες δὲ παρὰ βασιλέως οἱ τάδε μηνύσαντες τῶν στρατιωτῶν ἡγεμόνες συλλαμβάνουσι τὸν Μωσῆν καὶ παρὰ τὸν Λούκιον ἄγουσιν. ὁ δὲ παρόντων τῶν ἀρχόντων καὶ τοῦ συνελθόντος πλήθους «ἐπίσχες», ἔφη· «οὐχ οἷός τε γάρ εἰμι φέρειν ἀρχιερέως ὄνομα καὶ τιμὴν ἀξίως· εἰ δ' ἄρα καὶ ἐπὶ ἀναξίῳ ὄντι μοι τοῦτο ἐπινεύοι θεός, μαρτύρομαι τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, ὡς τὰς σὰς οὐκ ἐπιβαλεῖς μοι χεῖρας αἵματι καὶ λύθρῳ πεφυρμένας ἁγίων ἀνδρῶν.» 6.38.7 ὑπολαβὼν δὲ Λούκιος «εἰ μὲν ἔτι», φησίν, «ἀγνοεῖς τὴν ἐμὴν πίστιν, οὐ δίκαια ποιεῖς πρὶν μαθεῖν ἀποστρεφόμενος· εἰ δὲ διαβαλόντων τινῶν, ἄγε δὴ καὶ 6.38.8 νῦν ἄκουσον παρ' ἐμοῦ καὶ κριτὴς γενοῦ τῶν λεγομένων.» «ἀλλ' ἔμοιγε», ἔφη Μωσῆς, «λίαν σαφὴς φαίνεται ἡ σὴ πίστις, καὶ μαρτυροῦσιν ὁποία τίς ἐστιν ἐπίσκοποί τε καὶ πρεσβύτεροι καὶ διάκονοι ἐν ὑπερορίαις φυγαῖς καὶ μετάλλοις ταλαιπωρούμενοι· ταῦτα ὧν περὶ θεοῦ νομίζεις τὰ γνωρίσματα, ἃ παντελῶς ἐστιν ἀλλότρια Χριστοῦ καὶ τῶν ὀρθῶς περὶ θεοῦ δοξαζόντων.» 6.38. ἐπεὶ δὲ τοιάδε λέγων ἐπώμνυτο μήποτε Λουκίου χειροτονοῦντος ὑποδέχεσθαι τὴν ἱερωσύνην, παραιτησάμενοι Λούκιον οἱ ῾Ρωμαίων ἄρχοντες ἄγουσι Μωσῆν πρὸς τοὺς ἐν φυγῇ ὄντας ἐπισκόπους, παρ' ὧν χειροτονηθεὶς ὡς τοὺς Σαρακηνοὺς ἦλθε· καὶ διαλλάξας αὐτοὺς ῾Ρωμαίοις αὐτόθι διῆγεν ἱερωμένος καὶ πολλοὺς χριστιανίσαι παρεσκεύασε, κομιδῇ ὀλίγους εὑρὼν τοῦ δόγματος μετασχόντας. 6.38.10 Τουτὶ γὰρ τὸ φῦλον ἀπὸ ᾿Ισμαὴλ τοῦ ᾿Αβραὰμ παιδὸς τὴν ἀρχὴν λαβὸν καὶ τὴν προσηγορίαν εἶχε, καὶ ᾿Ισμαηλίτας αὐτοὺς οἱ ἀρχαῖοι ἀπὸ τοῦ προπάτορος ὠνόμαζον. ἀποτριβόμενοι δὲ τοῦ νόθου τὸν ἔλεγχον καὶ τῆς ᾿Ισμαὴλ μητρὸς τὴν δυσγένειαν (δούλη γὰρ ἦν) Σαρακηνοὺς σφᾶς ὠνόμασαν ὡς ἀπὸ 6.38.11 Σάρρας τῆς ᾿Αβραὰμ γαμετῆς καταγομένους. τοιοῦτον δὲ τὸ γένος ἕλκοντες ἅπαντες μὲν ὁμοίως ῾Εβραίοις περιτέμνονται καὶ ὑείων κρεῶν ἀπέχονται καὶ ἄλλα πολλὰ τῶν παρ' αὐτοῖς ἐθῶν φυλάττουσι. τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι χρόνῳ λογιστέον ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ πολλοῖς ὕστερον χρόνοις γενόμενος μόνοις τοῖς 6.38.12 ἀπ' Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησεν· καὶ οἱ προσοικοῦντες αὐτοῖς εἰσάγαν δεισιδαίμονες ὄντες ὡς εἰκὸς διέφθειραν τὴν ᾿Ισμαὴλ πατρῴαν διαγωγήν, καθ' ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι ῾Εβραῖοι πρὸ τῆς Μωσέως νομοθεσίας ἀγράφοις ἔθεσι κεχρημένοι. ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως 6.38.13 τῶν πατρίων νόμων. οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε, τὰ δὲ πρεσβεύεσθαι παρ' αὐτοῖς ἐποίησεν. μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι ᾿Ιουδαίοις ἔμαθον, ἀφ' ὧν ἐγένοντο, καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον καὶ τοῖς