148
῾Εβραίων ἔθεσι καὶ νόμοις προσέθεντο. ἐξ 6.38.14 ἐκείνου τε παρ' αὐτοῖς εἰσέτι νῦν πολλοὶ ᾿Ιουδαϊκῶς ζῶσιν. οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας καὶ χριστιανίζειν ἤρξαντο. μετέσχον δὲ τῆς εἰς τὸν Χριστὸν πίστεως ταῖς συνουσίαις τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν εὖ βιοῦντες καὶ θαυματουργοῦντες. λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν Ζωκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιᾶσδε βαπτισθέντος. 6.38.15 ἄπαις ὢν κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος καὶ τὴν συμφορὰν ἀπωδύρατο· περὶ πολλοῦ γάρ ἐστι παιδοποιία Σαρακηνοῖς, οἶμαι δὲ καὶ πᾶσι βαρβάροις· ὁ δὲ θαρρεῖν παρακελευσάμενος ηὔξατο καὶ ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν. ἐπεὶ δὲ θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσεν καὶ ἐτέχθη αὐτῷ παῖς, αὐτός τε Ζώκο6.38.16 μος ἐμυήθη καὶ τοὺς ὑπ' αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς ἄλλοις Σαρακηνοῖς φοβεράν. ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς Χριστιανισμὸν μετέβαλον καὶ οἷα περὶ τοῦ πρώτου παρ' αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει. 6.3.1 Οἱ δὲ κατὰ πόλιν τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ζηλοῦντες πάλιν ἀνεθάρρουν, καὶ μάλιστα οἱ κατ' Αἴγυπτον ᾿Αλεξανδρεῖς. ἐπανελθόντι δὲ τότε Πέτρῳ ἀπὸ τῆς ῾Ρώμης μετὰ γραμμάτων ∆αμάσου τά τε ἐν Νικαίᾳ δόξαντα καὶ τὴν αὐτοῦ χειροτονίαν κυρούντων παρέδωκαν τὰς ἐκκλησίας. 6.3.2 ὁ δὲ Λούκιος ἐξελαθεὶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπέπλευσεν. Οὐάλης δὲ ὁ βασιλεὺς ὡς εἰκὸς ἐν φροντίσι γενόμενος ἐπεξιέναι τούτοις σχολὴν οὐκ ἦγεν· ἅμα γὰρ ἧκεν εἰς τὴν Κωνσταντινούπολιν, ἐν ὑπονοίᾳ πολλῇ καὶ μίσει παρὰ τῷ δήμῳ ἐγένετο. οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην δῃώσαντες καὶ μέχρι τῶν προαστείων ἤδη προελθόντες καὶ αὐτοῖς τοῖς τείχεσι μηδενὸς κωλύον6.3.3 τος προσβάλλειν ἐπεχείρουν. ἐπὶ τούτοις δὲ χαλεπῶς ἡ πόλις ἔφερε, καὶ τὸν βασιλέα, ὅτι μὴ ἀντεπεξῄει ἀλλ' ἀνεβάλλετο πολεμεῖν, ἐν αἰτίᾳ ἐποιοῦντο καὶ ἐλογοποίουν ὡς αὐτὸς τοὺς πολεμίους ἐπάγοιτο. τελευτῶντες δὲ καὶ ἐν ἱπποδρομίᾳ θεώμενοι εἰς τὸ φανερὸν αὐτοῦ κατεβόων ὡς τὰ κοινὰ πράγματα περιορῶντος, καὶ ὅπλα ᾔτουν ὡς αὐτοὶ πολεμήσοντες. 6.3.4 ὁ δὲ Οὐάλης ὑβρισθεὶς ἐπεστράτευσε τοῖς βαρβάροις, ἠπείλησε δέ, ἢν ὑποστρέψῃ, τιμωρήσειν αὐτῷ τῶν τότε ὕβρεων τοῦ δήμου καὶ ὅτι πρότερον Προκοπίῳ τῷ τυράννῳ προσέθεντο. 6.40.1 ᾿Εξιόντι δὲ αὐτῷ τῆς Κωνσταντινουπόλεως προσελθὼν ᾿Ισαάκιος ἀνὴρ μοναχὸς τά τε ἄλλα ἀγαθὸς καὶ διὰ τὸ θεῖον κινδύνων καταφρονῶν «ἀπόδος», ἔφη, «ὦ βασιλεῦ, τοῖς ὀρθῶς δοξάζουσι καὶ τὴν παράδοσιν φυλάττουσι τῶν ἐν Νικαίᾳ συνεληλυθότων τὰς ἀφαιρεθείσας ἐκκλησίας, καὶ νικήσεις τὸν πόλεμον.» ὀργισθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν συλληφθῆναι καὶ δέσμιον φυλάττεσθαι, ἄχρις ἐπανελθὼν δίκην εἰσπράξηται τοῦ τολμήματος. ὁ δὲ ὑπολαβών «ἀλλ' οὐχ ὑποστρέψεις», ἔφη, «μὴ ἀποδιδοὺς τὰς ἐκκλησίας.» 6.40.2 καὶ ἀπέβη οὕτως. ἐπεὶ γὰρ ἅμα τῷ στρατῷ ἐπεξῆλθεν, οἱ μὲν Γότθοι διωκόμενοι ὑπεχώρουν· ὁ δὲ ἀπιὼν ἤδη παραμείψας τὴν Θρᾴκην ἧκεν εἰς τὴν ᾿Αδριανούπολιν. οὐκ ἀπὸ πολλοῦ τε γενόμενος τοῖς βαρβάροις ἐν ἀσφαλεῖ χωρίῳ στρατοπεδευομένοις θᾶττον ἢ ἔδει συμβάλλει, μὴ προδιαθεὶς 6.40.3 ᾗ χρὴ καὶ ὅπῃ τάξαι τὴν στρατιάν. διασπασθείσης δὲ αὐτῷ τῆς ἵππου καὶ τοῦ ὁπλιτικοῦ τραπέντος διωκόμενος ὑπὸ τῶν πολεμίων εἴς τι δωμάτιον ἢ πύργον ἅμα ὀλίγοις ξυνεπομένοις αὐτῷ ἐν τῷ φεύγειν ἀποβὰς τοῦ ἵππου εἰσέδυ καὶ ἔλαθεν. οἱ δὲ βάρβαροι ἔθεον ἐπ' αὐτὸν ὡς αἱρήσοντες, καὶ ἐπὶ τὸ πρόσω ἱέμενοι παρέτρεχον· οὐ γὰρ ὑπενόουν αὐτὸν ἐκεῖσε κρύπ6.40.4 τεσθαι. τῶν δ' αὖ σὺν αὐτῷ τινες, ἤδη τῶν πλειόνων βαρβάρων ὑπερβαλόντων τὸν τῇδε χῶρον, ὀλίγων δὲ κατόπιν ὄντων, ἐκ τοῦ ὀρόφου τοὺς παριόντας ἐτόξευον· οἱ δὲ ἐπὶ τούτῳ ἀνέκραγον· «ἐνθάδε Οὐάλης ἐστίν.» ἀκούσαντες δὲ οἱ προστυχόντες πλησίον ἔμπροσθέν τε καὶ