1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

149

ὄπισθεν βοῇ τοῖς μετ' αὐτοὺς ἐδήλουν ὃ ἤκουον, ὡς ἐν βραχεῖ καὶ τοὺς πορρωτέρω πολε6.40.5 μίους ἀκοῦσαι καὶ διὰ τάχους εἰς ταὐτὸν πάντας συνελθεῖν. περιλαβόντες δὲ κύκλῳ τὸ δωμάτιον καὶ πλείστην ὕλην περὶ τοῦτο νήσαντες πῦρ ἐνέβαλον· αὐτίκα δὲ ἡ φλὸξ ὑπὸ ἐπιφόρου πνεύματος ὧδε συμβὰν ἐλαυνομένη τὴν ὕλην διῆλθεν. ἅμα δὲ καὶ τὰ ἀποκείμενα ἐν τῷ δωματίῳ τοῦ πυρὸς μετέσχεν καὶ αὐτὸν τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν συγκατέκαυσεν. ἐτελεύτησε δὲ γεγονὼς ἀμφὶ τὰ πεντήκοντα ἔτη, τρισκαίδεκα δὲ σὺν τῷ ἀδελφῷ βασιλεύσας καὶ μετ' ἐκεῖνον τρία.

7.τ.1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΒ∆ΟΜΟΣ

7.1.1 Οὐάλεντι μὲν οὖν ὧδε θανεῖν ξυνηνέχθη· οἱ δὲ βάρβαροι ἐπαρθέντες τῇ νίκῃ πάλιν τὴν Θρᾴκην ἐδῄουν καὶ τελευτῶντες τὰ προάστεια Κωνσταντινουπόλεως κατέτρεχον. κινδυνεύουσι δὲ τότε τοῖς πράγμασι μέγα γεγόνασιν ὄφελος ἐκ μὲν τῶν ὑποσπόνδων Σαρακηνῶν ὀλίγοι παρὰ Μαυίας 7.1.2 ἀποσταλέντες, πλεῖστοι δὲ ἀπὸ τοῦ δήμου. ῥητὸν γὰρ ἐκ τοῦ δημοσίου μισθὸν αὐτοῖς χορηγούσης ∆ομνίκης τῆς Οὐάλεντος γαμετῆς, ὡς ἔτυχεν ἕκαστος ὁπλιζόμενος ἀντεπεξῄεσαν καὶ τοὺς πολεμίους ἀμυνόμενοι πόρρω 7.1.3 τῆς πόλεως ἀπεδίωκον. Γρατιανὸς δὲ ἅμα τῷ ἀδελφῷ πᾶσαν τὴν ῾Ρωμαίων ἀρχὴν διέπων, οὐκ ἐπαινέσας τὸν θεῖον τῆς γνώμης, ἣν περὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας διετέλεσεν ἔχων, πᾶσι τοῖς ὑπ' ἐκείνου διὰ τὴν θρησκείαν φεύγειν καταδικασθεῖσι τὴν κάθοδον ἀπέδωκε, καὶ νόμον ἔθετο μετὰ ἀδείας ἑκάστους θρησκεύειν ὡς βούλονται καὶ ἐκκλησιάζειν πλὴν Μανιχαίων καὶ τῶν τὰ Φωτεινοῦ καὶ Εὐνομίου φρονούντων. 7.2.1 Λογισάμενος δέ, ὡς τῶν ἀμφὶ τὸν ῎Ιστρον βαρβάρων ᾿Ιλλυριοὺς καὶ Θρᾷκας ἐνοχλούντων ἐπαμύνειν προσῆκεν, ἀναγκαῖον δὲ καὶ τοῖς πρὸς ἑσπέραν τῆς ἀρχομένης παρεῖναι καὶ μάλιστα ᾿Αλαμανῶν τοὺς ἐνθάδε Γαλάτας κακουργούντων, κοινωνὸν ἐποιήσατο τῆς ἀρχῆς ἐν τῷ Σιρμίῳ Θεοδόσιον, γένος τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος ᾿Ιβήρων, εὐπατρίδην τε καὶ ἄριστα πολλάκις ἐν πολέμοις διαγενόμενον, ὡς καὶ πρὸ τῆς βασιλείας ἐν ταῖς τῶν 7.2.2 ὑπηκόων γνώμαις ἐπιτήδειον αὐτὸν δόξαι πρὸς ἡγεμονίαν. ἐν τούτῳ δὲ πλὴν ῾Ιεροσολύμων ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ ᾿Αρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ καὶ μάλιστα οἱ ἐν Κωνσταντινουπόλει μετὰ τὰς πρὸς Λιβέριον συνθήκας οὐ μέγα τι διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων· ὡς ὁμοδόξοις δὲ κατὰ πόλεις ἐπεμί7.2.3 γνυντο καὶ ἐκοινώνουν ἀλλήλοις. μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων ταύτης τῆς αἱρέσεως κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. καὶ συνελθόντες ἐν ᾿Αντιοχείᾳ τῆς Καρίας ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν 7.2.4 ὀνομάζειν, ἀλλ' ὁμοιούσιον ὡς πρόσθεν. ἐκ τούτου δὲ οἱ μὲν διακριθέντες ἰδίᾳ ἐκκλησίαζον, οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονικίαν καταγνόντες ἀπέστησαν αὐτῶν καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν. 7.2.5 ᾿Εκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας οἱ μὲν προεδρίας οὐδὲν ἐφρόντισαν, ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν προτιμήσαντες μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ θεοῦ καὶ ἀποστόλων μίαν παραδοθεῖ7.2.6 σαν φιλονικίαι καὶ φιλοπροεδρίαι εἰς πολλὰς κατεμέρισαν. ταύτης δὲ τῆς σπουδῆς ἐγένετο καὶ Εὐλάλιος ὁ ἐν ᾿Αμασείᾳ τῇ πρὸς τῷ Πόντῳ ἐπίσκοπος· λέγεται γοῦν μετὰ τὴν ἐπάνοδον εὑρεῖν ἕτερον προϊστάμενον τῆς αὐτοῦ ἐκκλησίας τῶν ᾿Αρείου ἐπισκόπων, εἶναι δὲ τοὺς πειθομένους αὐτῷ ἐν τῇ πόλει οὐδ' ὅλους