150
πεντήκοντα· προνοούμενον δὲ τῆς πάντων ἑνώσεως ἀντιβολῆσαι τοῦτον πρωτεύειν καὶ κοινῇ τὴν ἐκκλησίαν ἰθύνειν, ἆθλον ἐπὶ τῇ ὁμονοίᾳ τὴν προεδρίαν ἔχοντα. ἀλλ' ὁ μὲν μὴ πεισθεὶς οὐκ εἰς μακρὰν ἔμελλεν οὐδὲ ὧν εἶχεν ὀλίγων ἡγήσεσθαι προσθεμένων τοῖς ἄλλοις. 7.3.1 ᾿Εν δὲ τῷ τότε καὶ Μελετίου κατὰ τοῦτον τὸν νόμον ἐπανελθόντος εἰς ᾿Αντιόχειαν τῆς Συρίας δεινή τις τῷ λαῷ φιλονικία συνέβη. Παυλίνου γὰρ ἔτι περιόντος, οὗ τὴν εὐλάβειαν, ὡς ἔγνωμεν, αἰδεσθεὶς Οὐάλης ὁ βασιλεὺς καταδικάσαι φυγὴν οὐκ ἐτόλμησεν, οἱ μὲν σύνθρονον αὐτοῦ 7.3.2 γενέσθαι Μελέτιον ἠξίουν. ἀντιλεγόντων δὲ τῶν τὰ Παυλίνου φρονούντων καὶ τὴν Μελετίου χειροτονίαν διαβαλλόντων ὡς ὑπὸ ᾿Αρειανῶν ἐπισκόπων γεγενημένην, βίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἦγον οἱ Μελετίου ἐπαινέται. 7.3.3 πλῆθος γὰρ οὐ τὸ τυχὸν ὄντες ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν εἰς τὸν ἐπισκοπικὸν θρόνον ἀνεβίβασαν αὐτόν. ἑκατέρωθεν δὲ τοῦ λαοῦ χαλεπαίνοντος καὶ στάσεως προσδοκωμένης θαυμαστή τις ἐκράτησεν βουλή, 7.3.4 πρὸς ὁμόνοιαν αὐτοὺς ἄγουσα. συνεδόκει γὰρ ὅρκους λαβεῖν παρὰ τῶν ἐπισκοπεῖν τὸν ἐνθάδε θρόνον ἐπιτηδείων εἶναι νομιζομένων ἢ προσδοκωμένων, ὧν ἦσαν ἕτεροι πέντε καὶ Φλαβιανός, ὡς οὔτε σπουδάσουσιν οὔτε χειροτονίας ἐπ' αὐτοῖς γινομένης ἀνέξονται ἐπισκοπεῖν, ἐς ὅσον Παυλῖνος ἢ Μελέτιος τῷ βίῳ περιῶσιν· συγχωρεῖν δὲ θατέρου προτελευτήσαντος τὸν ἕτερον 7.3.5 μόνον τὴν ἐπισκοπὴν ἔχειν. κατὰ ταῦτα δὲ δοθέντων τῶν ὅρκων σχεδὸν τὸ πᾶν ὡμονόει πλῆθος. ὀλίγοι δὲ τῶν Λουκίφερος ἔτι διεφέροντο, ὡς ὑπὸ ἑτεροδόξων Μελετίου χειροτονηθέντος. ἐπεὶ δὲ τάδε ὧδε γέγονε, Μελέτιος 7.3.6 μὲν ἧκεν εἰς Κωνσταντινούπολιν· ἡνίκα καὶ ἄλλοις πολλοῖς ἐπισκόποις κατὰ ταὐτὸν γενομένοις ἔδοξεν ἀναγκαῖον εἶναι ἐκ τῆς Ναζιανζοῦ μεταθεῖναι Γρηγόριον καὶ ἐπιτρέψαι αὐτῷ τὴν ἐνθάδε ἐπισκοπήν. 7.4.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον Γρατιανὸς μὲν ἔτι τῶν πρὸς ἑσπέραν Γαλατῶν ὑπὸ ᾿Αλαμανῶν ταραττομένων ἐπὶ τὴν πατρῴαν ἀνέστρεφε μοῖραν, ἣν αὐτῷ τε καὶ τῷ ἀδελφῷ διοικεῖν κατέλιπεν, ᾿Ιλλυριοὺς καὶ τὰ πρὸς 7.4.2 ἥλιον ἀνίσχοντα τῆς ἀρχῆς Θεοδοσίῳ ἐπιτρέψας. κατωρθοῦτο δὲ κατὰ γνώμην αὐτῷ τὰ πρὸς τούτους, Θεοδοσίῳ δὲ τὰ πρὸς τοὺς ἀμφὶ τὸν ῎Ιστρον βαρβάρους. ἐπεὶ δὲ τῶν μὲν μάχῃ ἐπεκράτησε, τῶν δὲ φίλους ἔχειν ῾Ρωμαίους ἀντιβολούντων ὁμήρους λαβὼν σπονδὰς ἐδέξατο, ἧκεν εἰς Θεσσα7.4.3 λονίκην. νόσῳ δὲ περιπεσὼν ἐνταῦθα μυσταγωγοῦντος αὐτὸν ᾿Αχολίου τοῦ τῇδε ἐπισκόπου ἐμυήθη καὶ ῥᾷον ἔσχεν. ἐκ προγόνων γὰρ χριστιανίζων κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ἥσθη ᾿Αχολίῳ ὧδε δοξάζοντι καὶ ἔργοις ἀγαθοῖς καὶ συλλήβδην, ὡς εἰπεῖν, πρὸς πᾶσαν ἱερωσύνης ἀρετὴν συντεταγμένῳ, ἥσθη δὲ καὶ ᾿Ιλλυριοῖς ἅπασι μὴ μετασχοῦσι τῆς ᾿Αρείου 7.4.4 δόξης. πυνθανόμενος δὲ περὶ τῶν ἄλλων ἐθνῶν μέχρι μὲν Μακεδόνων ἔγνω τὰς ἐκκλησίας ὁμονοεῖν καὶ πάντας ἐπίσης τῷ πατρὶ τὸν θεὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα σέβειν, ἐντεῦθεν δὲ τὰ πρὸς ἕω στασιάζειν, ὡς καὶ τοὺς λαοὺς εἰς διαφόρους αἱρέσεις μεμερίσθαι, καὶ μάλιστα ἀνὰ τὴν Κων7.4.5 σταντινούπολιν. λογισάμενος δὲ ἄμεινον εἶναι προαγορεῦσαι τοῖς ὑπηκόοις ἣν ἔχει περὶ τὸ θεῖον δόξαν, ὥστε μὴ βιάζεσθαι δοκεῖν ἀθρόον ἐπιτάττοντα παρὰ γνώμην θρησκεύειν, νόμον ἐκ Θεσσαλονίκης προσεφώνησε τῷ δήμῳ Κωνσταντινουπόλεως· συνεῖδε γὰρ ἐνθένδε ὡς ἀπό τινος ἀκροπόλεως τῆς πάσης ὑπηκόου καὶ ταῖς ἄλλαις πόλεσι δήλην ἔσεσθαι ἐν τάχει τὴν γραφήν. 7.4.6 ἐδήλου δὲ διὰ ταύτης βούλεσθαι πάντας τοὺς ἀρχομένους θρησκεύειν, ὡς ἐξ ἀρχῆς ῾Ρωμαίοις παρέδωκε Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ἐφύλαττον δὲ τότε ∆άμασος ὁ ῾Ρώμης ἐπίσκοπος καὶ Πέτρος ὁ ᾿Αλεξανδρείας· μόνων δὲ τῶν ἰσότιμον τριάδα θείαν θρησκευόντων καθολικὴν τὴν ἐκκλησίαν ὀνομάζεσθαι, τοὺς δὲ παρὰ ταῦτα δοξάζοντας αἱρετικοὺς προσαγορεύεσθαι καὶ ἀτίμους εἶναι καὶ τιμωρίαν προσδέχεσθαι. 7.5.1 Ταῦτα νομοθετήσας οὐ πολλῷ ὕστερον ἧκεν εἰς Κωνσταντινούπολιν. ἐκράτουν δὲ τῶν