151
ἐκκλησιῶν ἔτι οἱ τὰ ᾿Αρείου φρονοῦντες, ὧν ἡγεῖτο ∆ημόφιλος· Γρηγόριος δὲ ὁ ἐκ Ναζιανζοῦ προΐστατο τῶν ὁμοούσιον τριάδα δοξαζόντων, ἐκκλησίαζε δὲ ἐν οἰκίσκῳ μικρῷ παρ' ὁμοδόξων αὐτῷ τε καὶ 7.5.2 τοῖς ὁμοίως θρησκεύουσιν εἰς εὐκτήριον οἶκον κατασκευασθέντι. μετὰ δὲ ταῦτα περιφανὴς τῶν ἐν τῇ πόλει νεὼς γέγονεν οὗτος καὶ ἔστιν, οὐ μόνον οἰκοδομημάτων κάλλει τε καὶ μεγέθει, ἀλλὰ καὶ ἐναργῶν θεοφανειῶν ὠφελείαις. προφαινομένη γὰρ ἐνθάδε θεία δύναμις ὕπαρ τε καὶ ἐν ὀνείρασι πολλοῖς πολλάκις νόσοις τε καὶ περιπετείαις πραγμάτων κάμνουσιν ἐπήμυνε· πιστεύεται δὲ ταύτην τὴν Χριστοῦ μητέρα Μαρίαν τὴν ἁγίαν παρθένον 7.5.3 εἶναι· τοιαύτη γὰρ ἐπιφαίνεται. ᾿Αναστασίαν δὲ ταύτην τὴν ἐκκλησίαν ὀνομάζουσιν, ὡς μὲν ᾠόμην, καθότι τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, πεπτωκὸς ἤδη ἐν Κωνσταντινουπόλει καὶ τεθνηκός, ὡς εἰπεῖν, διὰ τὴν δύναμιν τῶν ἑτεροδόξων, ἐνθάδε ἀνέστη τε καὶ ἀνεβίω διὰ τῶν Γρηγορίου 7.5.4 λόγων. ὡς δέ τινων ἀληθῆ λέγειν ἰσχυριζομένων ἀκήκοα, ἐκκλησιάζοντος τοῦ λαοῦ γυνὴ ἐγκύμων ἀπὸ τῆς ὑπερῴου στοᾶς καταπεσοῦσα ἐνθάδε τέθνηκε, κοινῆς δὲ παρὰ πάντων εὐχῆς ἐπ' αὐτῇ γενομένης ἀνέζησε καὶ σὺν τῷ βρέφει ἐσώθη· ὡς ἐπὶ παραδόξῳ δὲ θειόθεν συμβάντι ταύτην ἔλαχε τὴν προσηγορίαν ἐξ ἐκείνου ὁ τόπος. καὶ περὶ μὲν τούτου τοιοῦτος εἰσέτι νῦν φέρεται λόγος. 7.5.5 ῾Ο δὲ βασιλεὺς πέμψας πρὸς ∆ημόφιλον ἐκέλευσεν αὐτὸν κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύειν καὶ τὸν λαὸν εἰς ὁμόνοιαν ἄγειν ἢ τῶν ἐκκλησιῶν ὑποχωρεῖν. ὁ δὲ τὸ πλῆθος συγκαλέσας τὴν βασιλέως ἐδήλωσε γνώμην καὶ εἰς τὴν ὑστεραίαν πρὸ τῶν τειχῶν ἐκκλησιάζειν προηγόρευσεν· «ἐπεὶ θεῖος», ἔφη, «ἐπιτάττει λόγος· ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως 7.5.6 ταύτης, φεύγετε εἰς τὴν ἄλλην.» τοιάδε προσειπὼν ἐξ ἐκείνου πρὸ τῆς πόλεως ἐκκλησίαζεν, σὺν αὐτῷ δὲ καὶ Λούκιος ὁ πάλαι πρὸς τῶν ᾿Αρείου τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἐπιτραπείς· ἐξελαθεὶς γάρ, ὡς εἴρηται, φυγὰς 7.5.7 εἰς Κωνσταντινούπολιν ἐλθὼν ἐνθάδε διέτριβεν. ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ ∆ημόφιλον εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. καὶ τὸ ἐξ ἐκείνου τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ τριάδα ὁμοούσιον πρεσβεύοντες. ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον, τεσσαρακοστὸν δὲ ἀφ' οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως. 7.6.1 ῎Ετι δὲ οὗτοι, πλῆθος ὄντες ἐκ τῆς Κωνσταντίου καὶ Οὐάλεντος ῥοπῆς, ἀδεέστερον συνιόντες περὶ θεοῦ καὶ οὐσίας αὐτοῦ δημοσίᾳ διελέγοντο καὶ ἀποπειρᾶσθαι τοῦ βασιλέως ἔπειθον τοὺς ὁμόφρονας αὐτοῖς ἐν τοῖς βασιλείοις. ἡγοῦντο γὰρ ἐπιτεύξεσθαι τῆς ἐπιχειρήσεως τὰ ἐπὶ Κωνσταντίου 7.6.2 συμβάντα σκοποῦντες. τοῦτο δὲ αὐτὸ καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας φροντίδας καὶ φόβον ἐκίνει· οὐχ ἥκιστα δὲ περιδεεῖς ἦσαν λογιζόμενοι τὴν ἐν ταῖς διαλέξεσιν Εὐνομίου δεινότητα. οὐ πρὸ πολλοῦ γὰρ οὗτος δι' ἣν ἔσχεν ἐν Κυζίκῳ διαφορὰν ἐπὶ τῆς Οὐάλεντος βασιλείας πρὸς τοὺς αὐτοῦ κληρικοὺς ἀποσχίσας τῶν ᾿Αρείου καθ' ἑαυτὸν διῆγεν ἐν Βιθυνίᾳ πέραν Κωνσταντινουπόλεως· καὶ πλῆθος ἐπεραιοῦτο πρὸς αὐτόν, οἱ δὲ καὶ ἄλλοθεν 7.6.3 συνῄεσαν, οἱ μὲν ἀποπειρώμενοι, οἱ δὲ ὧν λέγει ἀκουσόμενοι. φήμη δὲ τούτων καὶ εἰς βασιλέα ἦλθεν, καὶ συγγενέσθαι αὐτῷ ἕτοιμος ἦν· ἀλλ' ἡ βασιλὶς Πλακίλλα ἐπέσχε σπουδῇ ἀντιβολοῦσα· πιστοτάτη γὰρ οὖσα φύλαξ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου ἔδεισε, μὴ ὡς εἰκὸς ἐν διαλέξει παρα7.6.4 πεισθεὶς ὁ ἀνὴρ μεταβάλοι εἰς τὴν αὐτοῦ δόξαν. ἔτι δὲ ἐφ' ἑκάτερα τῆς 7.6.4 περὶ ταῦτα σπουδῆς ἀκμαζούσης λέγεται τῶν ἐνδημούντων ἐπισκόπων τῇ Κωνσταντινουπόλει παραγενομένων εἰς τὰ βασίλεια, οἷά γε εἰκός, ἀσπάσασθαι τὸν κρατοῦντα, ὡς συνῆν αὐτοῖς πρεσβύτης τις ἀσήμου πόλεως 7.6.5 ἱερεύς, ἁπλοῦς καὶ πραγμάτων ἀτριβής, περὶ δὲ τὰ θεῖα νοῦν ἔχων. οἱ μὲν οὖν ἄλλοι σεμνῶς μάλα καὶ εὐλαβῶς τὸν βασιλέα ἠσπάσαντο· ὁμοίως δὲ τοῦτον προσεῖπε καὶ ὁ πρεσβύτης ἱερεύς, τῷ δὲ τοῦ βασιλέως παιδὶ