152
συγκαθεζομένῳ τῷ πατρὶ τὴν ἴσην οὐκ ἀπένειμε τιμήν, ἀλλὰ προσελθὼν οἷά γε νηπίῳ «χαῖρε τεκνίον» ἔφη, τῷ δακτύλῳ σαίνων· κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς καὶ ὡς ἐπὶ ὑβρισμένῳ <τῷ> παιδὶ χαλεπαίνων, ὅτι μὴ τῆς ὁμοίας ἠξίωτο τιμῆς, ἐκβάλλεσθαι τὸν πρεσβύτην ὑβριστικῶς ἐκέλευσεν. 7.6.6 ὁ δὲ ἀστεϊζόμενος ὑποστραφεὶς εἶπεν· «οὕτω δὴ νόμισον, ὦ βασιλεῦ, καὶ τὸν οὐράνιον πατέρα ἀγανακτεῖν πρὸς τοὺς ἀνομοίως τὸν υἱὸν τιμῶντας καὶ ἥττονα τολμῶντας ἀποκαλεῖν τοῦ γεννήσαντος.» ἀγασθεὶς δὲ ἐπὶ τῷ εἰρημένῳ ὁ βασιλεὺς μετεκαλέσατο τὸν ἱερέα καὶ συγγνώμην ᾔτει καὶ ἀληθῶς 7.6.7 εἰρηκέναι συνωμολόγει. καὶ ἀσφαλέστερος γενόμενος οὐ προσίετο τοὺς παρὰ ταῦτα δοξάζοντας. καὶ τὰς ἐπ' ἀγορᾶς ἔριδας καὶ συνόδους ἀπηγόρευσε, καὶ διαλέγεσθαι τὸν αὐτὸν τρόπον περὶ φύσεως ἢ οὐσίας θεοῦ οὐκ ἀκίνδυνον ἐποιεῖτο νόμον θέμενος περὶ τούτου καὶ τιμωρίαν ὁρίσας. 7.7.1 ᾿Εν τάχει τε καὶ σύνοδον ἐπισκόπων ὁμοδόξων αὐτῷ συνεκάλεσε βεβαιότητός τε ἕνεκα τῶν ἐν Νικαίᾳ δοξάντων καὶ χειροτονίας τοῦ μέλλοντος 7.7.2 ἐπισκοπεῖν τὸν Κωνσταντινουπόλεως θρόνον. ὑπολαβὼν δὲ δύνασθαι συνάψαι τῇ καθόλου ἐκκλησίᾳ τοὺς καλουμένους Μακεδονιανούς, ὡς μὴ περὶ μέγα τι διαφερομένους ἐν τῇ κατὰ τὸ δόγμα ζητήσει, συνεκάλεσε καὶ τούτους. συνῆλθον οὖν ἐκ μὲν τῶν ὁμοούσιον τριάδα δοξαζόντων ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα, τῶν δὲ ἀπὸ τῆς Μακεδονίου αἱρέσεως ἓξ καὶ τριάκοντα, ὧν 7.7.3 οἱ πλείους ἐτύγχανον ἐκ τῶν περὶ τὸν ῾Ελλήσποντον πόλεων. ἡγοῦντο δὲ τούτων ᾿Ελεύσιός τε ὁ Κυζίκου καὶ Μαρκιανὸς ὁ Λαμψάκου, τῶν δὲ ἄλλων Τιμόθεος ὁ τὸν ᾿Αλεξανδρέων διέπων θρόνον, οὐ πρὸ πολλοῦ τετελευτηκότα Πέτρον ἀδελφὸν αὐτοῦ ὄντα διαδεξάμενος, καὶ Μελέτιος ὁ ᾿Αντιοχείας ἐπίσκοπος, ἤδη πρώην εἰς τὴν Κωνσταντινούπολιν διὰ τὴν Γρηγορίου κατάστασιν ἀφικόμενος, καὶ Κύριλλος ὁ ῾Ιεροσολύμων, μεταμεληθεὶς 7.7.4 τότε ὅτι πρότερον τὰ Μακεδονίου ἐφρόνει. σὺν τούτοις δὲ ἦσαν ᾿Αχόλιός τε ὁ Θεσσαλονίκης καὶ ∆ιόδωρος ὁ Ταρσοῦ καὶ ᾿Ακάκιος ὁ Βεροίας· οἳ δὴ πάντες ἐπαινέται τυγχάνοντες τῆς ἐν Νικαίᾳ βεβαιωθείσης γραφῆς ἐδέοντο σφίσιν ὁμογνώμονας γενέσθαι τοὺς ἀμφὶ ᾿Ελεύσιον, ἀναμιμνήσκοντες ὧν τε πρὸς Λιβέριον ἐπρεσβεύσαντο καὶ ὡμολόγησαν διὰ Εὐσταθίου καὶ Σιλβανοῦ 7.7.5 καὶ Θεοφίλου, ὡς εἴρηται. ἀλλ' οἱ μὲν μήποτε ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζειν ἀναφανδὸν εἰπόντες, εἰ καὶ ἐναντία ταῖς πρὸς Λιβέριον ὁμολογίαις ἐροῦσιν, ἀπεδήμησαν καὶ τοῖς κατὰ πόλιν ὁμοφρονοῦσιν ἔγραψαν 7.7.6 μὴ συνθέσθαι τοῖς ἐν Νικαίᾳ δεδογμένοις. οἱ δὲ ἐν Κωνσταντινουπόλει προσμείναντες ἐβουλεύοντο τίνι δέοι ἐπιτρέψαι τὴν ἐνθάδε καθέδραν. λέγεται γὰρ βασιλέα μὲν θαυμάζοντα τοῦ βίου καὶ τῶν λόγων Γρηγόριον ἄξιον ψηφίσασθαι ταύτης τῆς ἐπισκοπῆς, συναινέσαι δὲ καὶ τοὺς πλείους τῆς συνόδου αἰδοῖ τῆς αὐτοῦ ἀρετῆς· τὸν δὲ τὰ μὲν πρῶτα ἑλέσθαι προστατεῖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, αἰσθόμενον δέ τινας ἀντερεῖν 7.7.7 καὶ μάλιστα τοὺς ἐξ Αἰγύπτου παραιτήσασθαι· καί μοι τόνδε σοφώτατον ἄνδρα πάντων ἕνεκα, οὐχ ἥκιστα δὲ τοῦ παρόντος θαυμάζεσθαι <δεῖν δοκεῖ>· οὔτε γὰρ ὑπὸ εὐγλωττίας ἐνεπλήσθη τύφου οὔτε ὑπὸ κενῆς δόξης εἰς ἐπιθυμίαν ἦλθεν ἡγεῖσθαι τῆς ἐκκλησίας, ἣν παρέλαβε μηκέτι εἶναι κινδυνεύ7.7.8 ουσαν. ἀπαιτοῦσι δὲ τοῖς ἐπισκόποις τὴν παρακαταθήκην ἀπέδωκεν, οὐ τοὺς πολλοὺς ἱδρῶτας μεμψάμενος ἢ τοὺς κινδύνους οὓς ὑπέστη πρὸς τὰς αἱρέσεις ζυγομαχῶν· καίτοι γε λυποῦν οὐδὲν ἦν μηδενὸς ὄντος μένειν αὐτὸν Κωνσταντινουπόλεως ἐπίσκοπον· ἤδη γὰρ καὶ Ναζιανζοῦ ἕτερος κεχειροτόνητο. ἀλλ' ὅμως ἡ σύνοδος τοὺς πατρίους νόμους καὶ τὴν ἐκκλησιαστικὴν τάξιν φυλάττουσα, ὃ δέδωκε παρ' ἑκόντος ἀπείληφε μηδὲν αἰδεσθεῖσα τῶν 7.7. τοῦ ἀνδρὸς πλεονεκτημάτων. ὡς ἐπὶ μεγίστῳ δὲ πεφροντισμένης βουλῆς τῷ βασιλεῖ καὶ τοῖς ἱερεῦσιν οὔσης, παρεγγυωμένου τε τοῦ κρατοῦντος