154
γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον μήτε κληρικοὺς τοὺς παρ' αὐτοῦ χειροτονηθέντας· καὶ τὰ ἐπ' αὐτῷ ἢ παρ' αὐτοῦ πεπραγμένα ἄκυρα ἐψηφίσαντο. τοῦτον γὰρ ᾿Αλεξανδρέα τὸ γένος ὄντα κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ 7..5 Αἰγύπτου συνεληλυθότες. καὶ τὰ μὲν ὧδε τῇδε τῇ συνόδῳ ἔδοξε· καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο, καὶ νόμον ἔθετο κυρίαν εἶναι τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων, παραδοθῆναι δὲ τὰς πανταχῇ ἐκκλησίας τοῖς ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων τε καὶ ἰσοδυνάμων μίαν καὶ τὴν αὐτὴν 7..6 ὁμολογοῦσι θεότητα, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· τούτους δὲ εἶναι τοὺς κοινωνοῦντας Νεκταρίῳ ἐν Κωνσταντινουπόλει, ἐν Αἰγύπτῳ δὲ Τιμοθέῳ τῷ ἐπισκόπῳ ᾿Αλεξανδρείας, ἐν δὲ ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις ∆ιοδώρῳ τῷ Ταρσοῦ καὶ Πελαγίῳ τῷ ἐπισκόπῳ Λαοδικείας τῆς Σύρων, παρὰ δὲ ᾿Ασιανοῖς ᾿Αμφιλοχίῳ τῷ προϊσταμένῳ τῆς ἐν ᾿Ικονίῳ ἐκκλησίας,ἐν δὲ ταῖς περὶ Πόντον πόλεσιν ἀπὸ Βιθυνῶν μέχρι ᾿Αρμενίων ῾Ελλαδίῳ τῷ Καισαρείας τῆς Καππαδοκῶν ἐπισκόπῳ καὶ Γρηγορίῳ τῷ Νύσης καὶ ᾿Οτρηίῳ τῷ Μελιτινῆς, ἐν δὲ ταῖς περὶ Θρᾴκην καὶ Σκυθίαν πόλεσι Τερεντίῳ 7..7 τῷ Τομέων καὶ Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. τούτους γὰρ καὶ βασιλεὺς αὐτὸς ἐπῄνεσεν ἰδὼν καὶ συγγενόμενος, καὶ δόξα ἀγαθὴ περὶ αὐτῶν ἐκράτει ὡς τὰς ἐκκλησίας εὐσεβῶς ἀγόντων. ἐπεὶ δὲ τάδε ἐγένετο καὶ ἡ σύνοδος τέλος ἔσχεν, οἱ μὲν ἄλλοι ἕκαστος οἴκαδε ἐπανῆλθον. 7.10.1 Νεκτάριος δὲ ὑπὸ διδασκάλῳ Κυριακῷ τῷ ἐπισκόπῳ ᾿Αδάνων τὴν ἱερατικὴν τάξιν ἐμάνθανεν· τοῦτον γὰρ αὐτῷ συγγενέσθαι ἐπί τινα χρόνον ᾔτησε ∆ιόδωρον τὸν Ταρσέων ἐπίσκοπον. προὐτρέψατο δὲ καὶ πολλοὺς ἄλλους Κίλικας αὐτῷ συνεῖναι καὶ Μαρτύριον, ὃν ἐπιτήδειον ἰατρὸν ἔχων καὶ συνίστορα τῶν ἐν νεότητι ἡμαρτημένων αὐτῷ διάκονον χειροτονεῖν ἐβου7.10.2 λεύετο. οὐ μὴν ἠνέσχετο Μαρτύριος, ἀνάξιος εἶναι θείας διακονίας ἰσχυριζόμενος καὶ τῶν αὐτῷ βεβιωμένων αὐτὸν Νεκτάριον μάρτυρα ποιούμενος. καὶ ὁ Νεκτάριος «ἦ οὐκ ἐγώ», ἔφη, «ὁ νῦν ἱερεύς, ἀμελέστερόν σου πολλῷ τὸν πρὸ τοῦ διετέθην βίον, ὡς καὶ αὐτὸς μαρτυρεῖς πολλάκις διακονησάμενος 7.10.3 ταῖς πολλαῖς ἐμαῖς ἀκολασίαις;» ὁ δέ «ἀλλὰ σύ, ὦ μακάριε», ὑπολαβὼν ἔφη, «ἔναγχος βαπτισθεὶς κεκάθαρσαι καὶ ἐπὶ τούτῳ ἱερωσύνης ἠξίωσαι, ἀμφότερα δὲ καθάρσια ἁμαρτημάτων τὸ θεῖον ἐνομοθέτησεν· καί μοι δοκῶ, οὐδὲν διαφέρεις τῶν ἀρτιτόκων βρεφῶν· ἐγὼ δὲ πάλαι τῆς θείας βαπτίσεως μετασχὼν τῇ αὐτῇ διετέλεσα βιοτῇ χρώμενος.» καὶ ὁ μὲν τοιάδε λέγων οὐχ ὑπέστη τὴν χειροτονίαν. ἐγὼ δὲ καὶ τῆς παραιτήσεως ἐπαινῶ τὸν ἄνδρα καὶ διὰ τοῦτο μέρος ἐποιησάμην αὐτὸν ταύτης τῆς γραφῆς. 7.10.4 ῾Ο δὲ βασιλεὺς μαθὼν τὰ συμβάντα Παύλῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ γενομένῳ μετεκόμισεν αὐτοῦ τὸ σῶμα καὶ ἐν τῇ ἐκκλησίᾳ ἔθαψεν, ἣν ᾠκοδόμησε Μακεδόνιος ὁ ἐπιβουλεύσας αὐτῷ· εἰσέτι τε νῦν ἐπώνυμός ἐστιν αὐτῷ μέγιστος ὢν καὶ ἐπισημότατος ὁ ναὸς οὗτος. ὃ καὶ πολλοὺς ἀγνοοῦντας τὴν ἀλήθειαν ὑπονοεῖν ποιεῖ Παῦλον τὸν ἀπόστολον ἐνθάδε 7.10.5 κεῖσθαι, μάλιστα δὲ τὰς γυναῖκας καὶ τοῦ δήμου τοὺς πλείους. περὶ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Μελετίου λείψανον διεκομίσθη εἰς ᾿Αντιόχειαν καὶ παρὰ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος ἐτάφη. λέγεται δὲ διὰ πάσης τῆς λεωφόρου κατὰ βασιλέως πρόσταγμα ἐντὸς τειχῶν εἰς τὰς πόλεις εἰσδεχθῆναι παρὰ τὸ νενομισμένον ῾Ρωμαίοις, ἀμοιβαδόν τε ὑπὸ ψαλμῳδίαις ταῖς κατὰ τόπον τιμώμενον ἕως ᾿Αντιοχείας διακομισθῆναι. 7.11.1 Καὶ Μελέτιος μὲν τοιᾶσδε ἠξιώθη ταφῆς. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Φλαβιανὸς παρὰ τοὺς δοθέντας ὅρκους· ἔτι γὰρ Παυλῖνος τῷ βίῳ περιῆν. ἐκ τούτου δὲ μεγίστη πάλιν ταραχὴ τὴν ᾿Αντιοχέων ἐκκλησίαν ἐπέλαβε, καὶ πλεῖστοι σφᾶς ἀπέσχισαν τῆς πρὸς Φλαβιανὸν κοινωνίας καὶ 7.11.2 ὑπὸ Παυλίνῳ ἰδίᾳ ἐκκλησίαζον. διεφέροντο δὲ τούτου χάριν πρὸς ἀλλήλους