1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

156

καλουμένων Μακεδονιανῶν. δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν μόνην τὴν ὁμοούσιον τριάδα εἰσηγουμένην ἐπῄνεσε, τὰς δὲ ἄλλας ὡς ἐναντίας 7.12.10 διέρρηξε. καὶ Ναυατιανοῖς μὲν οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη· ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ θεοῦ δοξάζουσιν. οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους, πολλοὶ δὲ καὶ καταγνόντες πρὸς τὴν ἐπαινεθεῖσαν 7.12.11 πίστιν μετέθεντο. ὁ δὲ βασιλεὺς νομοθετῶν ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν μήτε περὶ πίστεως διδάσκειν μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν, καὶ τοὺς μὲν πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι, τοὺς δὲ ἀτίμους 7.12.12 εἶναι καὶ πολιτείας ὁμοίας μὴ μετέχειν τοῖς ἄλλοις. καὶ χαλεπὰς τοῖς νόμοις ἐνέγραφε τιμωρίας. ἀλλ' οὐκ ἐπεξῄει· οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ' εἰς δέος καθιστᾶν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον· ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει. 7.13.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ἠσχολημένῳ Γρατιανῷ εἰς τὸν πρὸς ᾿Αλα-μανοὺς πόλεμον ἐπανέστη Μάξιμος ἐκ τῆς Βρεττανίας καὶ ὑφ' ἑαυτὸν τὴν ῾Ρωμαίων ἀρχὴν ποιεῖν ἐσπούδαζεν. ἐν ᾿Ιταλίᾳ δὲ τότε διέτριβεν Οὐαλεν-τινιανὸς ἔτι νέος ὤν· ἐπετέτραπτο δὲ τῶν τῇδε πραγμάτων τὴν διοίκησιν 7.13.2 ὕπαρχος ὢν Πρόβος, ὑπατικὸς ἀνήρ· ἡνίκα δὴ ᾿Ιουστίνα ἡ τοῦ βασιλέως μήτηρ τὰ ᾿Αρείου φρονοῦσα πράγματα παρεῖχεν ᾿Αμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνου καὶ τὰς ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δοξάντων καὶ περὶ πολλοῦ ποιουμένη κρατεῖν τὴν πίστιν 7.13.3 τῶν ἐν ᾿Αριμήνῳ συνεληλυθότων. ἐπεὶ δὲ τοὐναντίον ἐσπούδαζεν ᾿Αμ- βρόσιος, χαλεπήνασα διαβάλλει αὐτὸν πρὸς τὸν υἱὸν ὡς ὑβρισμένη. ὑπολαβὼν δὲ Οὐαλεντινιανὸς ἀληθεῖς εἶναι τὰς διαβολάς, ἅτε δὴ μητρὶ τιμωρῶν 7.13.4 πλῆθος στρατιωτῶν ἐπιπέμπει τῇ ἐκκλησίᾳ. οἱ δὲ τῷ ναῷ προσβαλόντες βίᾳ τῶν θυρῶν ἐντὸς ἐγένοντο καὶ τὸν ᾿Αμβρόσιον εἷλκον αὐθωρὸν εἰς ὑπερορίαν ἄξοντες. περιχυθέντες δὲ αὐτῷ τὸ πλῆθος τῆς ἐκκλησίας ἀντέσχον τοῖς στρατιώταις καὶ πρότερον ἔγνωσαν ἀποθανεῖν ἢ τὸν ἱερέα 7.13.5 ὑπεριδεῖν. ἐκ τούτου δὲ εἰς μείζονα ὀργὴν ᾿Ιουστίνα ἐξήφθη καὶ νόμῳ κρατῦναι τὴν ἐγχείρησιν ἐβουλεύετο. μετακαλεσαμένη τοίνυν Βενίβολον τὸν ἐπὶ τοῖς γραμματεῦσι τῶν θεσμῶν τότε τεταγμένον ἐκέλευσε τὴν ταχίστην τιθέναι νόμον ἐπὶ βεβαιώσει τῆς ἀναγνωσθείσης ἐν ᾿Αριμήνῳ πίστεως. 7.13.6 ὑποπαραιτούμενον δὲ τὴν πρᾶξιν (ἦν γὰρ τῆς καθόλου ἐκκλησίας) προὐτρέπετο μείζονος τιμῆς ἐπαγγελίαις δελεάζουσα, ἀλλ' οὐκ ἔπεισεν· περιελὼν δὲ τὴν ζώνην Βενίβολος πρὸ τῶν ποδῶν τῆς βασιλίδος ἔρριψεν, μήτε τῆς οὔσης τιμῆς μήτε μείζονος μεταποιεῖσθαι φήσας ἐπὶ μισθῷ ἀσεβείας. 7.13.7 ἐπεὶ οὖν ἐνέστη μήποτε τοῦτο διαπράξασθαι, ἕτεροι διηκονήσαντο πρὸς τὴν θέσιν τοῦ τοιούτου νόμου. παρεκελεύετο δὲ ἀδεῶς συνιέναι τοὺς ὁμοίως δοξάζοντας τοῖς ἐν ᾿Αριμήνῳ καὶ μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει συνεληλυθόσι, τοὺς δὲ ἐμποδὼν γενομένους ἢ ἐναντία τῷ νόμῳ βασιλέως δεομένους θανάτῳ ζημιοῦσθαι. 7.13.8 Ταῦτα σπουδαζούσης τῆς τοῦ βασιλέως μητρὸς καὶ τὸν νόμον εἰς ἔργον ἄγειν κατεπειγούσης, ἀγγέλλεται δόλῳ ᾿Ανδραγαθίου, ὃς στρατηγὸς ἦν Μαξίμου, Γρατιανὸν ἀνῃρῆσθαι. ἐφ' ἁρμαμάξης γὰρ βασιλικῆς ὀχούμενος ἀπεκρύβη, καὶ ὡς τοῦ βασιλέως εἴη γαμετὴ τοῖς ἡγουμένοις ἀγγέλλειν 7.13. ἐκέλευεν. ἀπερισκέπτως δὲ Γρατιανὸς διαβὰς τὸν τῇδε ποταμόν, ὡς ἔναγχος γήμας καὶ νέος ὢν καὶ ἐρωτικῶς περὶ τὴν γυναῖκα διατεθείς, ὑπὸ προθυμίας τοῦ θεάσασθαι αὐτὴν μηδὲν προϊδόμενος εἰς τὰς ᾿Ανδραγαθίου ἐνέπεσε χεῖρας. καὶ συλληφθεὶς οὐκ εἰς μακρὰν ἀνῃρέθη, ἔτη μὲν ἀμφὶ τὰ εἰκοσιτέσσαρα γεγονώς, δέκα δὲ καὶ πέντε βασιλεύσας. ὡς ἐπιγενομένης δὲ τοσαύτης συμφορᾶς ἐπαύσατο ᾿Ιουστίνα τῆς κατὰ ᾿Αμβροσίου ὀργῆς. 7.13.10 ἐν τούτῳ δὲ Μάξιμος πλείστην ἀγείρας στρατιὰν Βρεττανῶν ἀνδρῶν καὶ τῶν ὁμόρων Γαλατῶν καὶ Κελτῶν καὶ τῶν τῇδε ἐθνῶν ἐπὶ τὴν ᾿Ιταλίαν ᾔει, πρόφασιν μὲν ὡς οὐκ