157
ἀνεξόμενος νεώτερόν τι γενέσθαι περὶ τὴν πάτριον πίστιν καὶ τὴν ἐκκλησιαστικὴν τάξιν, τὸ δὲ ἀληθὲς τυράννου δόξης ἑαυτὸν καθαίρων, πρὸς δὲ τὴν βασιλείαν βλέπων καὶ πραγματευόμενος, εἴ πῃ ἄρα 7.13.11 δύναιτο δόξαι νόμῳ, οὐ βίᾳ, τὴν ἀρχὴν ῾Ρωμαίων ἑαυτῷ περιποιεῖν. Οὐαλεντινιανὸς δὲ ὑπὸ τοῦ καιροῦ βιασθεὶς ἐδέξατο τὰ σύμβολα τῆς αὐτοῦ βασιλείας. δείσας δέ, μή τι πάθοι, φεύγων ἐξ ᾿Ιταλίας εἰς Θεσσαλονίκην ἧκεν, σὺν αὐτῷ δὲ καὶ ἡ μήτηρ καὶ Πρόβος ὁ ὕπαρχος. 7.14.1 ᾿Εν τούτῳ δὲ παρασκευαζομένῳ Θεοδοσίῳ εἰς τὸν πρὸς Μάξιμον πόλεμον γίνεται παῖς ᾿Ονώριος. ὡς δὲ αὐτῷ τὰ περὶ τὴν στρατιὰν ηὐτρέπιστο, καταλιπὼν ἐν Κωνσταντινουπόλει βασιλεύοντα ᾿Αρκάδιον τὸν υἱὸν καταλαμβάνει ἐν Θεσσαλονίκῃ Οὐαλεντινιανόν. καὶ τοὺς μὲν ἀποσταλέντας παρὰ Μαξίμου πρέσβεις οὔτε ἀπέπεμπεν εἰς τὸ προφανὲς οὔτε προσίετο, ἀνα7.14.2 λαβὼν δὲ τοὺς στρατιώτας ἐπὶ τὴν ᾿Ιταλίαν ἐχώρει. περὶ δὲ τοῦτον τὸν χρόνον μέλλων τελευτᾶν ᾿Αγέλιος ὁ ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐπίσκοπος ἐψηφίσατο ἀντ' αὐτοῦ Σισίννιον πρεσβύτερον τῶν ὑπ' αὐτόν. μεμφομένου δὲ τοῦ πλήθους, ὅτι μὴ Μαρκιανὸν ἐπὶ εὐλαβείᾳ ἐπίσημον, ῥᾷον ἔχειν δόξας ἐχειροτόνησε Μαρκιανόν, καὶ τῷ λαῷ ἐν τῇ ἐκκλησίᾳ προσεφώνησε «μετ' ἐμέ», φησίν, «Μαρκιανὸν ἔχετε, μετὰ δὲ τοῦτον 7.14.3 Σισίννιον». καὶ ὁ μὲν τάδε εἰπὼν οὐκ εἰς μακρὰν ἐτελεύτησεν, ἐπὶ τεσσαράκοντα ἔτεσι εὐδοκίμως τῆς οἰκείας αἱρέσεως προστάς· εἰσὶ δὲ οἳ καὶ ὁμολογητὴν ἰσχυρίζονται τοῦτον τὸν ἄνδρα ἐν ῾Ελληνικοῖς καιροῖς γενέσθαι. 7.14.4 Οὐ πολλῷ δὲ ὕστερον Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξάντων διαδέχεται τὸν ᾿Αλεξανδρέων θρόνον Θεόφιλος, τὸν δὲ ῾Ιεροσολύμων ᾿Ιωάννης. ἐπὶ δὲ τῆς Κωνσταντινουπόλεως καὶ ∆ημόφιλος ὁ τῆς ᾿Αρείου αἱρέσεως ἡγούμενος ἐτελεύτησε, Μαρῖνος δέ τις ἐκ Θρᾴκης μετακληθεὶς ἐπιτρέπεται τὴν αὐτοῦ διαδοχήν· ὡς ἐπιτηδειότερος δὲ ∆ωρόθεος ἐκ τῆς παρὰ Σύροις ᾿Αντιοχείας ἐλθὼν προΐστατο τῆς αἱρέσεως. 7.14.5 ᾿Εν τούτῳ δὲ Θεοδοσίου εἰς ᾿Ιταλίαν ἀφικομένου φῆμαι περὶ τοῦ πολέ-μου πρὸς τὸ ἑκάστῳ δοκοῦν ἐκράτουν, παρὰ δὲ ᾿Αρειανοῖς, ὡς πολλῶν ἐν τῇ μάχῃ πεσόντων ὑπὸ τὸν τύραννον ὁ βασιλεὺς ἐγένετο. καὶ ὡς ἐπὶ γενομένοις ἤδη οἷς ἐλογοποίουν ἀνεθάρρησαν, καὶ καταδραμόντες Νεκταρίου τοῦ ἐπισκόπου τὴν οἰκίαν ἐνέπρησαν, χαλεπαίνοντες ὅτι τῶν ἐκκλησιῶν 7.14.6 ἐκράτει. τῷ δὲ βασιλεῖ τὰ περὶ τὸν πόλεμον κατὰ γνώμην ἀπέβη. οἱ γὰρ ὑπὸ Μαξίμῳ στρατιῶται ἢ φόβῳ τῆς ἐπ' αὐτοὺς παρασκευῆς ἢ προδοσίᾳ συλλαβόμενοι τὸν τύραννον δέσμιον αὐτῷ προσήγαγον. ᾿Ανδραγάθιος δὲ ὁ Γρατιανὸν ἀνελών, ὡς τάδε ἔγνω, σὺν αὐτοῖς ὅπλοις εἰς ποταμὸν παραρρέ7.14.7 οντα ἥλατο καὶ διεφθάρη. τοῦ δὲ πολέμου τοῦτον διαλυθέντος τὸν τρόπον, ἐπεὶ τὰ εἰκότα Γρατιανῷ τιμωρήσας ἧκεν εἰς ῾Ρώμην, καὶ ἐπινίκιον πομπὴν ἅμα Οὐαλεντινιανῷ ἐπετέλεσε καὶ τὰ περὶ τῆς ἐν ᾿Ιταλίᾳ ἐκκλησίας εὖ διέθηκε. συνέβη γὰρ καὶ ᾿Ιουστίναν ἀποθανεῖν. 7.15.1 ᾿Εν δὲ τῷ τότε Παυλίνου ἐν ᾿Αντιοχείᾳ τελευτήσαντος διέμειναν οἱ ὑπ' αὐτῷ ἐκκλησιάζοντες ὡς παραβάντα τοὺς ἐπὶ Μελετίου δοθέντας ὅρκους ἀποστρεφόμενοι Φλαβιανόν, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι· καθίσταται δὲ αὐτῶν Εὐάγριος ἐπίσκοπος. τοῦ δὲ βραχύν τινα χρόνον ἐπιβιώσαντος οὐκέτι ταύτην τὴν διαδοχὴν ἕτερος ἐπλήρωσε, Φλαβιανοῦ ἀντιπράττοντος· ἰδίᾳ δὲ ἐκκλησίαζον ὅσοι τὴν πρὸς αὐτὸν παρῃτοῦντο κοινωνίαν. 7.15.2 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ὁ ᾿Αλεξανδρέων ἐπίσκοπος τὸ παρ' αὐτοῖς ∆ιονύσου ἱερὸν εἰς ἐκκλησίαν μετεσκεύαζεν· δῶρον γὰρ εἰλήφει τοῦτο παρὰ τοῦ βασιλέως αἰτήσας. καθαιρουμένων δὲ τῶν ἐνθάδε ξοάνων καὶ τῶν ἀδύτων ἀνακαλυπτομένων, ἐπίτηδες ἐνυβρίσαι σπουδάζων τοῖς ῾Ελληνικοῖς μυ7.15.3 στηρίοις ἐξεπόμπευέ τε ταῦτα, καὶ φαλλοὺς καὶ εἴ τι ἕτερον ἐν τοῖς ἀδύτοις κεκρυμμένον καταγέλαστον ἦν ἢ ἐφαίνετο, δημοσίᾳ ἦγεν εἰς ἐπίδειξιν. πρὸς δὲ τὸ ἄηθες καὶ τὸ ἀδόκητον τοῦ συμβάντος καταπλαγέντες οἱ ῞Ελληνες ἠρεμεῖν οὐκ