158
ἠνείχοντο, παρακελευσάμενοι δὲ ἐν ἑαυτοῖς κατέδραμον τοὺς Χριστιανούς. καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ τραυματίας ποιήσαντες καταλαμβάνουσι τὸ Σεραπεῖον· ναὸς δὲ ἦν οὗτος κάλλει καὶ 7.15.4 μεγέθει ἐμφανέστατος, ἐπὶ γεωλόφου κείμενος. ἐντεῦθεν ὡς ἀπ' ἄκρας τινὸς ἐξαπιναίως ἐλθόντες συνελάβοντο πολλοὺς Χριστιανῶν καὶ βασανίζοντες ἠνάγκαζον θύειν. παραιτουμένους δὲ τοὺς μὲν ἀνεσκολόπισαν, τῶν δὲ 7.15.5 τὰ σκέλη κατέαξαν, ἄλλους δὲ ἄλλως ἀνῄρουν. ἐπὶ πολλῷ δὲ χρόνῳ τῆς στάσεως κρατούσης παραγενόμενοι πρὸς αὐτοὺς οἱ ἄρχοντες νόμων ὑπεμίμνησκον καὶ παύεσθαι πολέμου παρεκελεύοντο καὶ τὸ Σεραπεῖον καταλιμπάνειν. ἦρχε δὲ τότε τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων ῾Ρωμανός, Εὐάγριος δὲ ὕπαρχος τῆς ᾿Αλεξανδρείας ἡγεῖτο. ὡς δὲ οὐδὲν ἤνυον, 7.15.6 ἐμήνυσαν βασιλεῖ τὰ γενόμενα. προθυμοτέρους δὲ τοὺς ἐν τῷ Σεραπείῳ παρεσκεύαζεν εἶναι τὸ συνειδέναι σφίσιν ἃ τετολμήκασιν, ἔπειτα δὲ καὶ ᾿Ολύμπιός τις ἐν φιλοσόφου σχήματι συνὼν αὐτοῖς καὶ πείθων χρῆναι μὴ ἀμελεῖν τῶν πατρίων, ἀλλ' εἰ δέοι ὑπὲρ αὐτῶν θνῄσκειν· καθαιρουμένων δὲ τῶν ξοάνων ἀθυμοῦντας ὁρῶν συνεβούλευε μὴ ἐξίστασθαι τῆς θρησκείας, ὕλην φθαρτὴν καὶ ἰνδάλματα λέγων εἶναι τὰ ἀγάλματα καὶ διὰ τοῦτο ἀφανισμὸν ὑπομένειν, δυνάμεις δέ τινας ἐνοικῆσαι αὐτοῖς καὶ εἰς οὐρανοὺς ἀποπτῆναι. καὶ ὁ μὲν τοιαῦτα εἰσηγούμενος καὶ πληθὺν ῾Ελλήνων ἔχων περὶ 7.15.7 αὐτὸν ἐν τῷ Σεραπείῳ διέτριβεν. ὁ δὲ βασιλεὺς ἀγγελθέντων τῶν γενομένων τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάριζεν ὡς μαρτυρίας γερῶν μετασχόντας καὶ ὑπὲρ τοῦ δόγματος προκινδυνεύσαντας, τοὺς δὲ ἀνελόντας συγγνώμης τυχεῖν προσέταξεν, ὡς ἂν ῥᾷστα εἰς Χριστιανισμὸν μεταβάλοιεν τὴν εὐεργεσίαν αἰδούμενοι, καθαιρεθῆναι δὲ τοὺς ἐν ᾿Αλεξανδρείᾳ ναοὺς ὡς 7.15.8 αἰτίους στάσεως τῷ δήμῳ. λέγεται δὲ τῶν περὶ τούτου γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων μέγα ἀναβοῆσαι τοὺς Χριστιανούς, καθότι εὐθὺς ἐκ προοιμίων ἐν αἰτίᾳ τοὺς ῾Ελληνιστὰς ἐποιεῖτο. ἐντεῦθεν δὲ εἰς δέος ἐμπεσόντας τοὺς τὸ Σεραπεῖον φυλάττοντας εἰς φυγὴν τραπῆναι, 7.15. καταλαβόντας δὲ τὸν τόπον τοὺς Χριστιανοὺς ἐξ ἐκείνου κατασχεῖν. ὁ δὲ ᾿Ολύμπιος, ὡς ἐπυθόμην, οὐ πολλῷ πρότερον ἀωρὶ τῆς νυκτός, μεθ' ἣν ταῦτα ἐπιγενομένης ἡμέρας συνέβη, ἐπήκουσέ τινος ἐν τῷ Σεραπείῳ ἀλληλούια ψάλλοντος. ἐπεὶ δὲ τῶν θυρῶν κεκλεισμένων καὶ ἡσυχίας οὔσης οὐδένα καθεώρα, φωνῆς δὲ μόνης ἤκουε τὸν αὐτὸν ψαλμὸν μελῳδούσης, ἔγνω τὸ σύμβολον. καὶ λαθὼν πάντας ἔξεισι τοῦ Σεραπείου, καὶ πλοίου 7.15.10 τυχὼν εἰς ᾿Ιταλίαν ἀνήχθη. φασὶ δὲ τοῦ ναοῦ τούτου τότε καθαιρουμένου τινὰς τῶν καλουμένων ἱερογλυφικῶν χαρακτήρων σταυροῦ σημείῳ ἐμφερεῖς ἐγκεχαραγμένους τοῖς λίθοις ἀναφανῆναι· παρ' ἐπιστημόνων δὲ τὰ τοιαῦτα ἑρμηνευθεῖσαν σημᾶναι ταύτην τὴν γραφὴν ζωὴν ἐπερχομένην· τοῦτο δὲ πρόφασιν Χριστιανισμοῦ πολλοῖς γενέσθαι τῶν ῾Ελληνιστῶν, καθότι καὶ γράμματα ἕτερα τοῦτο τὸ ἱερὸν τέλος ἕξειν ἐδήλου, ἡνίκα οὗτος ὁ χαρακτὴρ φανῇ. τὸ μὲν δὴ Σεραπεῖον ὧδε ἥλω καὶ μετ' οὐ πολὺ εἰς ἐκκλησίαν μετεσκευάσθη ᾿Αρκαδίου τοῦ βασιλέως ἐπώνυμον. 7.15.11 Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ ῾Ελληνισταί, παρὰ μὲν ᾿Αραβίοις Πετραῖοι καὶ ᾿Αρεοπολῖται, παρὰ δὲ Παλαιστίνοις ῾Ραφεῶται καὶ Γαζαῖοι, παρὰ δὲ Φοίνιξιν οἱ τὴν ῾Ηλιούπολιν 7.15.12 οἰκοῦντες, Σύρων δὲ μάλιστα οἱ τοῦ νομοῦ ᾿Απαμείας τῆς πρὸς τῷ ᾿Αξίῳ ποταμῷ· οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παρ' αὐτοῖς ναῶν συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν, τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς καὶ Μάρκελλον τὸν τῇδε 7.15.13 ἐπίσκοπον ἀνελεῖν. λογισάμενος γάρ, ὡς οὐκ ἄλλως αὐτοὺς ῥᾴδιον μεταθεῖναι τῆς προτέρας θρησκείας, τοὺς ἀνὰ τὴν πόλιν καὶ τὰς κώμας ναοὺς κατεστρέψατο. πυθόμενος δὲ μέγιστον εἶναι ναὸν ἐν τῷ Αὐλῶνι (κλίμα δὲ τοῦτο τῆς ᾿Απαμέων χώρας) στρατιώτας τινὰς