159
καὶ μονομάχους παραλα7.15.14 βὼν ἐπὶ τοῦτο ᾔει. πλησίον δὲ γενόμενος ἔξω βελῶν περιέμενεν· ἦν γὰρ ποδαλγὸς καὶ οὔτε μάχεσθαι οὔτε διώκειν ἢ φεύγειν ἠδύνατο. ἠσχολημένων δὲ τῶν στρατιωτῶν καὶ μονομάχων περὶ τὸ ἑλεῖν τὸν ναόν, μαθόντες αὐτόν τινες τῶν ῾Ελληνιστῶν μεμονῶσθαι, καθ' ὃ μέρος ἐλεύθερον ἦν μάχης τὸ χωρίον, ἐξῆλθον· ἐξαπίνης τε ἐπιστάντες συνελάβοντο αὐτὸν καὶ πυρᾷ 7.15.15 ἐμβαλόντες ἀνεῖλον. καὶ πρὸς τὸ παρὸν ἔλαθον. ἐπεὶ δὲ τῷ χρόνῳ ἐφωράθησαν, οἱ μὲν Μαρκέλλου παῖδες τιμωρεῖν τῷ πατρὶ ἐσπούδαζον, ἡ δὲ ἀνὰ τὸ ἔθνος σύνοδος διεκώλυσε, μὴ δίκαιον νομίσασα τοιαύτης τελευτῆς τιμωρίαν λαμβάνειν, ἐφ' ᾗ προσῆκε χάριν ὁμολογεῖν τὸν ὧδε θανόντα καὶ γένος αὐτοῦ καὶ φίλους, ὡς ὑπὲρ θεοῦ ἀποθανεῖν ἠξιωμένον. καὶ τὰ μὲν οὕτως ἔσχεν. 7.16.1 ᾿Εν τούτῳ δὲ τὸν ἐπὶ τῶν μετανοούντων τεταγμένον πρεσβύτερον οὐκέτι συνεχώρησεν εἶναι πρῶτος Νεκτάριος ὁ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἐπιτροπεύων· ἐπηκολούθησαν δὲ σχεδὸν οἱ πανταχῇ ἐπίσκοποι. τοῦτο δὲ τί ποτέ ἐστιν ἢ πόθεν ἤρξατο ἢ κατὰ ποίαν αἰτίαν ἐπαύσατο, ἄλλοι 7.16.2 μὲν ἴσως ἄλλως λέγουσιν· ἐγὼ δὲ ὡς οἶμαι ἀφηγήσομαι. ἐπεὶ γὰρ τὸ μὴ παντελῶς ἁμαρτεῖν θειοτέρας ἢ κατὰ ἄνθρωπον ἐδεῖτο φύσεως, μεταμελομένοις δὲ καὶ πολλάκις ἁμαρτάνουσι συγγνώμην νέμειν ὁ θεὸς παρεκελεύσατο, ἐν δὲ τῷ παραιτεῖσθαι συνομολογεῖν τὴν ἁμαρτίαν χρεών, φορτικὸν ὡς εἰκὸς τοῖς ἐξ ἀρχῆς ἱερεῦσιν ἔδοξεν ὡς ἐν θεάτρῳ ὑπὸ μάρτυρι τῷ πλήθει τῆς ἐκκλησίας τὰς ἁμαρτίας ἐξαγγέλλειν· πρεσβύτερον δὲ τῶν ἄριστα πολιτευομένων ἐχέμυθόν τε καὶ ἔμφρονα ἐπὶ τούτῳ τετάχασιν. 7.16.3 ᾧ δὴ προσιόντες οἱ ἡμαρτηκότες τὰ βεβιωμένα ὡμολόγουν· ὁ δὲ πρὸς τὴν ἑκάστου ἁμαρτίαν ὅ τι χρὴ ποιῆσαι ἢ ἐκτῖσαι ἐπιτίμιον ἐπιτιθεὶς ἀπέλυε παρὰ 7.16.4 σφῶν αὐτῶν τὴν δίκην εἰσπραξομένους. ἀλλὰ Ναυατιανοῖς μέν, οἷς οὐ λόγος μετανοίας, οὐδὲν τούτου ἐδέησεν· ἐν δὲ ταῖς ἄλλαις αἱρέσεσι εἰσέτι νῦν τοῦτο κρατεῖ, ἐπιμελῶς δὲ καὶ ἐν ταῖς ἀνὰ τὴν δύσιν ἐκκλησίαις φυλάτ7.16.5 τεται καὶ μάλιστα ἐν τῇ ῾Ρωμαίων. ἐνθάδε γὰρ ἔκδηλός ἐστιν ὁ τόπος τῶν ἐν μετανοίᾳ ὄντων· ἑστᾶσι δὲ κατηφεῖς καὶ οἱονεὶ πενθοῦντες, ἤδη δὲ πληρωθείσης τῆς τοῦ θεοῦ λειτουργίας, μὴ μετασχόντες ὧν θέμις μύσταις, 7.16.6 σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πρηνεῖς ἐπὶ γῆν ῥίπτουσι σφᾶς. ἀντιπρόσωπος δὲ δεδακρυμένος ὁ ἐπίσκοπος προσδραμὼν ὁμοίως ἐπὶ τοῦ ἐδάφους πίπτει· σὺν ὀλολυγῇ δὲ καὶ τὸ πᾶν τῆς ἐκκλησίας πλῆθος δακρύων ἐμπίμπλαται. τὸ μετὰ τοῦτο δὲ πρῶτος ὁ ἐπίσκοπος ἐξανίσταται καὶ τοὺς κειμένους ἐξανίστησι, καὶ ᾗ προσῆκεν ὑπὲρ ἡμαρτηκότων μεταμελουμένων εὐξάμενος ἀπο7.16.7 πέμπει. ἑκοντὶ δὲ ταλαιπωρούμενος ἕκαστος ἢ νηστείαις ἢ ἀλουσίαις ἢ ἐδεσμάτων ἀποχῇ ἢ ἑτέροις οἷς προστέτακται περιμένει τὸν χρόνον, εἰς ὅσον αὐτῷ τέταχεν ὁ ἐπίσκοπος· τῇ δὲ προθεσμίᾳ, ὥσπερ τι ὄφλημα διαλύσας τῇ τιμωρίᾳ, τὴν ἁμαρτίαν ἀνίεται καὶ μετὰ τοῦ λαοῦ ἐκκλησιάζει. τάδε 7.16.8 μὲν ἀρχῆθεν οἱ ῾Ρωμαίων ἱερεῖς ἄχρι καὶ εἰς ἡμᾶς φυλάττουσιν. ἐν δὲ τῇ Κωνσταντινουπόλεως ἐκκλησίᾳ ὁ ἐπὶ τῶν μετανοούντων τεταγμένος πρεσβύτερος ἐπολιτεύετο, εἰσότε δὴ γυνή τις τῶν εὐπατριδῶν ἐπὶ ἁμαρτίαις αἷς προσήγγειλε προσταχθεῖσα παρὰ τούτου τοῦ πρεσβυτέρου νηστεύειν καὶ τὸν θεὸν ἱκετεύειν, τούτου χάριν ἐν τῇ ἐκκλησίᾳ διατρίβουσα, 7.16. ἐκπεπορνεῦσθαι παρὰ ἀνδρὸς διακόνου κατεμήνυσεν. ἐφ' ᾧ τὸ πλῆθος μαθὸν ἐχαλέπαινεν ὡς τῆς ἐκκλησίας ὑβρισμένης. μεγίστη δὲ διαβολὴ τοὺς ἱερωμένους εἶχεν. ἀπορῶν δὲ ὅ τι χρήσαιτο τῷ συμβεβηκότι Νεκτάριος ἀφείλετο τῆς διακονίας τὸν ἡταιρηκότα. συμβουλευσάντων δέ τινων συγχωρεῖν ἕκαστον, ὡς ἂν ἑαυτῷ συνειδείη καὶ θαρρεῖν δύναιτο, κοινωνεῖν τῶν 7.16.10 μυστηρίων, ἔπαυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον. καὶ ἐξ ἐκείνου τοῦτο κρατοῦν διέμεινεν, ἤδη τῆς ἀρχαιότητος, οἶμαι, καὶ τῆς κατ' αὐτὴν σεμνότητος καὶ ἀκριβείας εἰς ἀδιάφορον καὶ ἠμελημένον ἦθος κατὰ μικρὸν διολισθαίνειν ἀρξαμένης· ἐπεὶ πρότερον, ὡς ἡγοῦμαι,