160
μείω τὰ ἁμαρτήματα ἦν, ὑπό τε αἰδοῦς τῶν ἐξαγγελλόντων τὰς σφῶν αὐτῶν πλημμελείας καὶ 7.16.11 ὑπὸ ἀκριβείας τῶν ἐπὶ τούτῳ τεταγμένων κριτῶν. ἐκ ταύτης δὲ τῆς αἰτίας συμβάλλω καὶ Θεοδόσιον τὸν βασιλέα προνοούμενον τῆς τῶν ἐκκλησιῶν εὐκλείας τε καὶ σεμνότητος νομοθετῆσαι τὰς γυναῖκας, εἰ μὴ παῖδας ἔχοιεν καὶ ὑπὲρ ἑξήκοντα ἔτη γένοιντο, διακονίαν θεοῦ μὴ ἐπιτρέπεσθαι κατὰ τὸ τοῦ ἀποστόλου πρόσταγμα, τὰς δὲ κειρομένας τὰς κεφαλὰς ἀπελαύνεσθαι τῶν ἐκκλησιῶν, τοὺς δὲ ταύτας προσιεμένους ἐπισκόπους ἀφαιρεῖσθαι τῆς ἐπισκοπῆς. 7.17.1 ᾿Αλλὰ τάδε μέν, ᾗ ἂν ἑκάστῳ δοκῇ, ταύτῃ σκοπείτω. ὁ δὲ βασιλεὺς ὑπερορίαν φυγὴν Εὐνομίου τότε κατεδίκασεν. ἔτι γὰρ ἐν Κωνσταντινουπόλει ἐν προαστείοις διατρίβων ἢ ἐν οἰκίαις καθ' ἑαυτὸν ἐκκλησίαζε καὶ τοὺς λόγους, οὓς συνέγραψεν, ἐπεδείκνυτο, καὶ πολλοὺς ἔπειθεν ὁμοίως φρονεῖν, ὡς ἐν ὀλίγῳ πολυάνθρωπον γενέσθαι λαὸν τῆς ἐπωνύμου αὐτῷ αἱρέσεως. ἀλλ' ὁ μὲν οὐ πολλῷ ὕστερον τῆς φυγῆς τελευτήσας ἔτυχε τῆς ἐν πατρίδι ταφῆς· κώμη δὲ αὕτη Καππαδοκῶν (∆άκορα ἦν δ' ὀνομαζομένη) νομοῦ 7.17.2 τῆς πρὸς τῷ ᾿Αργαίῳ Καισαρείας. Θεοφρόνιος δέ, ὃς ὑπ' αὐτῷ διδασκάλῳ τοὺς ὁμοίους ἐπαιδεύθη λόγους, Καππαδόκης δὲ καὶ οὗτος, συνίστατο τοῖς αὐτοῦ δόγμασι. μετρίως δὲ διὰ τῶν ᾿Αριστοτέλους μαθημάτων ἐλθὼν ἐπιτηδείαν πρὸς εἴδησιν τῶν παρ' αὐτοῖς συλλογισμῶν εἰσαγωγὴν κατέλιπεν, 7.17.3 ἣν Περὶ γυμνασίας νοῦ ἐπέγραψεν. εἰς ἀτόπους δὲ διαλέξεις ἐκπεσών, ὡς ἐπυθόμην, οὐκ ἠξίωσεν ἐπὶ τῶν αὐτῶν μένειν τῷ διδασκάλῳ λόγων. πολυπραγμονῶν δὲ καὶ ἐκ τῶν κειμένων ἐν ταῖς ἱεραῖς γραφαῖς ὀνομάτων κατεσκεύαζεν, ὡς τὸ θεῖον προγινῶσκον τὸ μὴ ὄν, γινῶσκον δὲ τὸ ὂν καὶ τοῦ γεγονότος μεμνημένον, οὐκ ἀεὶ ὡσαύτως ἔχοι πρός τε τὸ μέλλον καὶ παρὸν καὶ παρῳχηκὸς μεταβάλλον τὴν γνῶσιν. ἐκ τοιούτων δὲ δογμάτων οὐδὲ τοῖς Εὐνομίου φορητὸς εἶναι δόξας, ἐκβληθεὶς τῆς αὐτῶν ἐκκλησίας 7.17.4 τοὺς ἀπ' αὐτοῦ καλουμένους Θεοφρονιανοὺς ἐποίησεν. οὐκ εἰς μακρὰν δὲ καὶ Εὐτύχιός τις ἐν Κωνσταντινουπόλει τὰ Εὐνομίου φρονῶν ἐπώνυμον αὐτῷ κατέλιπεν αἵρεσιν. ζητουμένου γὰρ εἰ τὴν ἐσχάτην ὥραν γινώσκει ὁ υἱός, καὶ εἰς ἀναίρεσιν τούτου τῶν εἰρημένων ἐν τοῖς εὐαγγελίοις, ὅτι μόνος ὁ πατὴρ οἶδεν, ἀντικεῖσθαι δοκούντων, ἰσχυρίζετο μηδὲ ταύτης τῆς γνώσεως ἄμοιρον εἶναι τὸν υἱόν, ὡς ἀνενδεῶς λαβόντα πάντα παρὰ τοῦ πατρός. 7.17.5 μὴ προσιεμένων δὲ τὸν λόγον τῶν τότε προεστώτων τῆς αἱρέσεως, ἑαυτὸν χωρίσας τῆς κοινωνίας ἀφίκετο πρὸς Εὐνόμιον ἐν τῇ ὑπερορίᾳ ὄντα. καταλαβόντων δὲ ἤδη διακόνων καὶ ἑτέρων, οἳ ἐκ τῆς Κωνσταντινουπόλεως ἀπεστάλησαν διαβαλεῖν τε αὐτὸν καὶ εἰ δεήσοι διαλεξόμενοι, μαθὼν Εὐνό7.17.6 μιος, ἐφ' ᾧ παρεγένοντο, τοὺς Εὐτυχίου λόγους ἐπῄνεσε. καὶ συνηύξατο αὐτῷ, καίπερ οὐ θεμιτὸν ἐν αὐτοῖς συνεύχεσθαι τοῖς ἀλλαχόσε δίχα γραμμάτων ἀφικνουμένοις, ἃ πρὸς σφᾶς αὐτοὺς ὁμοδόξους δηλοῖ διὰ σημείων 7.17.7 ἐγγραφομένων ταῖς ἐπιστολαῖς, ἀγνώστων τοῖς ἄλλοις. οὐκ εἰς μακρὰν δὲ ταύτης τῆς ζητήσεως Εὐνομίου τελευτήσαντος οὐ προσίετο τὸν Εὐτύχιον ὁ προεστὼς ἐν Κωνσταντινουπόλει τῆς αἱρέσεως, ὑπὸ ζηλοτυπίας ἀπεχθανόμενος, ὅτι μηδὲ κληρικοῦ ὄντος ἐναντίος εἶναι σπουδάζων τοῖς αὐτοῦ λόγοις οὐχ οἷός τε ἦν διαλύειν τὸ πρόβλημα. ἐντεῦθέν τε μετὰ τῶν ὁμοίως 7.17.8 αὐτῷ φρονούντων εἰς ἰδίαν αἵρεσιν ἐχωρίσθη Εὐτύχιος. τῆς μέντοι περὶ τὴν θείαν βάπτισιν διαφορᾶς αὐτόν τε καὶ Θεοφρόνιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. τάδε ἐξ ὧν ἐπυθόμην ἔγραψα πρὸς σύντομον εἴδησιν τῶν αἰτιῶν ἀφ' ὧν Εὐνομιανοὶ διῃρέθησαν. ἐπεξελθεῖν δὲ πάντας τοὺς διὰ τοῦτο κινηθέντας λόγους μακρὸν ἂν εἴη κἀμοὶ δὲ οὐ ῥᾴδιον, ἐπεὶ μηδὲ ἐμπείρως ἔχω τῶν τοιούτων διαλέξεων. 7.17. Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ τοῖς ἐν Κωνσταντινουπόλει ᾿Αρειανοῖς ἀνεφύη ζήτησις, εἰ πρὶν εἶναι τὸν υἱόν, ὡς ἐξ οὐκ ὄντων παρ' αὐτοῖς ὁμολογούμενον, δύναιτο καλεῖσθαι πατὴρ ὁ θεός. καὶ ∆ωρόθεος μέν, ὃς ἀντὶ Μαρίνου μετακληθεὶς ἐκ τῆς ᾿Αντιοχείας προΐστατο ταύτης