1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

161

τῆς αἱρέσεως, ὡς πρός τι τοῦ ὀνόματος ὄντος, πρὶν τὸν υἱὸν ὑποστῆναι μὴ καλεῖσθαι 7.17.10 πατέρα τὸν θεὸν ἀπεφήνατο. Μαρῖνος δὲ τοὐναντίον ἰσχυρίζετο καὶ μὴ ὑφεστῶτος τοῦ υἱοῦ τὸν πατέρα ἀεὶ εἶναι πατέρα ἐδόξαζεν, ἢ οὕτως ἔχων γνώμης ἢ καθὸ ∆ωροθέῳ διάφορος ἦν προκριθέντι προεστάναι τῆς αὐτῶν ἐκ7.17.11 κλησίας. ἐκ ταύτης δὲ τῆς αἰτίας εἰς ἑκάτερον διεκρίθη τὸ πλῆθος. ∆ω7.17.11 ροθέου δὲ σὺν τοῖς αὐτῷ πειθομένοις ἐφ' ὧν κατεῖχεν εὐκτηρίων οἴκων μείναντος, ἑτέρους οἰκοδομήσαντες οἱ ἀμφὶ Μαρῖνον ἰδίᾳ ἐκκλησίαζον. ἐπωνομάζοντο δὲ Ψαθυριανοὶ ἤτοι τῶν Γότθων, τὸ μὲν ὅτι Θεόκτιστός τις ψαθυροπώλης (ποπάνου δὲ τοῦτο εἶδος) προθύμως ταύτῃ τῇ δόξῃ συνίστατο, Γότθων δέ, καθότι καὶ Σελινᾶς ὁ τούτων ἐπίσκοπος ὁμοίως ἐδόξαζεν, ἐπακολουθήσαν7.17.12 τες δὲ τούτῳ σχεδὸν πάντες οἱ βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελινᾷ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παρ' αὐτοῖς ἐπισκοπήσαντος καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον αὐτῶν φωνήν, ἀλλὰ γὰρ καὶ τὴν ῾Ελλήνων. 7.17.13 οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς ᾿Αγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν ᾿Εφέσῳ ὁμοδόξων ἐχειροτόνησεν, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων ᾿Αγαπίῳ τῶν Γότθων. ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν μεμφο7.17.14 μένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι. ὧδε μὲν ᾿Αρειανοὶ τὴν ἀρχὴν ἐχωρίσθησαν, καὶ εἰσέτι νῦν ἐν αἷς εἰσι πόλεσι ἰδίᾳ ἐκκλησιάζουσιν· τοὺς δὲ ἐν Κωνσταντινουπόλει ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσι διενεχθέντας πρὸς σφᾶς εἰς ὁμόνοιαν ὕστερον συνῆψεν ὁμόδοξος αὐτοῖς ὢν Πλίνθας, ἀνὴρ ὑπατικός, ἵππου τε καὶ πεζῆς στρατιᾶς ἡγεμών, δυνατώτατος τότε τῶν ἐν τοῖς βασιλείοις γεγονώς. καὶ εἰς ταὐτὸν συνελθόντες ἐψηφίσαντο μήποτε ταύτην τὴν ζήτησιν εἰς διάλεξιν ἄγειν. καὶ τὰ μὲν ὕστερον ὧδε ἀπέβη. 7.18.1 ᾿Επὶ δὲ τῆς παρούσης ἡγεμονίας καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες περὶ τῆς πασχαλίας ἑορτῆς ἑτέραν αἵρεσιν τῶν καλουμένων Σαββατιανῶν συνεστήσαντο. Σαββάτιος γάρ τις πρεσβύτερος ὑπὸ Μαρκιανοῦ χειροτονηθεὶς ἅμα Θεοκτίστῳ καὶ Μακαρίῳ συμπρεσβυτέροις ἑπόμενος τοῖς ἐν Παζουκώμῃ συνεληλυθόσιν ἐπὶ τῆς Οὐάλεντος βασιλείας ἠξίου ἅμα τοῖς ᾿Ιου7.18.2 δαίοις τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν. ἀποστὰς δὲ τῆς ἐκκλησίας τὰ μὲν πρῶτα πῇ μὲν ἀσκήσεως ἕνεκεν (ἄριστα γὰρ ἐβίου), πῇ δέ τινας ὑπονοεῖν ἀναξίους κοινωνίας μυστηρίων ἐσκήπτετο· ὡς δὲ ἐγεγόνει δῆλος νεωτερίζων, ἐμέμφετο μὲν Μαρκιανὸς τὴν ἐπ' αὐτῷ χειροτονίαν· ἄμεινόν τε ἦν ἐπὶ ἀκάνθας ἐπιτεθεικέναι τὰς χεῖρας ἢ ἐπ' αὐτόν, πολλάκις, φασίν, 7.18.3 ἀνεβόα. διατεμνομένην δὲ αὐτῷ τὴν ἐκκλησίαν εἰς ἕτερον πλῆθος ὁρῶν συνεκάλεσεν ὁμοδόξους ἐπισκόπους εἰς Σάγγαρον (χωρίον δὲ τοῦτο Βιθυνίας οὐκ ἀπὸ πολλοῦ ῾Ελενοπόλεως ἐπὶ τῆς θαλάσσης κείμενον)· ἔνθα δὴ συνελ7.18.4 θόντες μετεκαλέσαντο Σαββάτιον. ἐπεὶ δὲ τῆς λύπης τὴν αἰτίαν ἀπαιτηθεὶς λέγειν ἐπῃτιᾶτο τῆς ἑορτῆς τὸ διάφορον, ὑπονοήσαντες ἔρωτι προεδρίας ταῦτα αὐτὸν σκήπτεσθαι ὅρκον ἀπῄτησαν ὡς ἐπισκοπὴν οὐκ ἂν ἕλοιτό ποτε. τοῦ δὲ τάδε ἐνωμότως ὁμολογήσαντος λογισάμενοι μὴ ἀξιόχρεων εἶναι ταύτην τὴν αἰτίαν εἰς χωρισμὸν κοινωνίας, ἅπαντας μὲν ὁμονοεῖν καὶ ἅμα ἐκκλησιάζειν ἐψηφίσαντο, ἕκαστον δὲ ᾗ ἂν αὐτῷ δοκῇ ταύτην τὴν ἑορτὴν ἐπιτελεῖν. καὶ κανόνα περὶ τούτου ἔθεντο, ὃν ἀδιάφορον ἐπωνόμασαν. 7.18.5 καὶ τὰ μὲν ὧδε ἔδοξε τοῖς ἐν Σαγγάρῳ συνελθοῦσιν. ἐξ ἐκείνου δὲ Σαββάτιος τοῖς ᾿Ιουδαίοις ἑπόμενος, εἰ μὴ κατὰ ταὐτὸν ξυνηνέχθη πάντας ἄγειν τὴν ἑορτήν, φθάνων ὡς ἔθος ἐνήστευε καὶ καθ' ἑαυτὸν διὰ τῶν νενομισμένων ἐπετέλει τὸ πάσχα. τῷ δὲ σαββάτῳ ἀφ' ἑσπέρας ἐπὶ τὸν δέοντα καιρὸν ἐν ἀγρυπνίᾳ καὶ ταῖς προσηκούσαις εὐχαῖς διαγενόμενος τῇ ἑξῆς ἡμέρᾳ 7.18.6 κοινῇ πᾶσιν ἐκκλησίαζεν καὶ τῶν μυστηρίων μετεῖχεν. καὶ τὰ μὲν πρῶτα τὸ πλῆθος