162
ἐλάνθανεν· ὡς δὲ τῷ χρόνῳ ἐντεῦθεν ἐπίσημος ἐγένετο, πολλοὺς τοὺς ζηλοῦντας ἔσχεν, καὶ μάλιστα Φρύγας καὶ Γαλάτας, οἷς πάτριον ὧδε ταύτην τὴν ἑορτὴν ἐπιτελεῖν. ὕστερον δὲ εἰς τὸ προφανὲς ἀποστὰς τῶν 7.18.7 αὐτῷ πειθομένων τὴν ἐπισκοπὴν ἀνεδέξατο, ὡς ἐν καιρῷ λελέξεται. ἐμοὶ δὲ θαυμάζειν ἔπεισι τοῦδε τοῦ ἀνδρὸς καὶ τῶν ἑπομένων αὐτῷ, ὅτι τάδε ἐνεωτέρισαν, ῾Εβραίων τῶν πάλαι, ὡς ἱστορεῖ Εὐσέβιος ὑπὸ μάρτυσι Φίλωνί τε καὶ ᾿Ιωσήπῳ καὶ ᾿Αριστοβούλῳ καὶ ἑτέροις πλείστοις, μετὰ ἐαρινὴν ἰσημερίαν τὰ διαβατήρια θυόντων, ἡλίου τὸ πρῶτον δωδεκατημόριον τμῆμα ὁδεύοντος, ὃ κριὸν ῞Ελληνες καλοῦσιν, ἐν διαμέτρῳ δὲ τῆς σελήνης τεσσα7.18.8 ρεσκαιδεκαταίας τὴν πορείαν ποιουμένης. ἐπεὶ καὶ αὐτοὶ οἱ Ναυατιανοὶ οἷς ἀκριβείας μέλει ἰσχυρίζονται, ὡς οὔτε αὐτοῖς οὔτε τῷ ἀρχηγῷ τῆς αἱρέσεως τοῦτο πρότερον ἦν ἔθος, ἀλλ' ὑπὸ τῶν ἐν Παζουκώμῃ συνεληλυθότων ἐνεωτερίσθη· εἰσέτι τε νῦν τοὺς ἐν τῇ πρεσβυτέρᾳ ῾Ρώμῃ ὁμοδόξους αὐτοῖς σὺν τοῖς ἄλλοις ῾Ρωμαίοις ἑορτάζειν, οὓς οὔποτε ἄλλως ἑορτάσαι ὁ παρελθὼν χρόνος ἤλεγξε, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμέ7.18. νους. προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν· νέων γάρ, φασίν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ· μήπω τε τούτων φανέντων ἑορτάζειν οὐ θέμις, ὡς ἐξ ἀνάγκης φθάνειν τὴν 7.18.10 ἐν τῷ ἦρι ἰσημερίαν. τοὺς μὲν ᾿Ιουδαίους περὶ τοῦτο μιμουμένους θαυμαστὸν ὅτι μὴ τὴν παρ' αὐτοῖς ἀρχαιότητα μᾶλλον ἐπῄνεσαν. ὡς ἔοικε δέ, πλὴν τούτων καὶ τῶν ἐπὶ τῆς ᾿Ασίας καλουμένων Τεσσαρεσκαιδεκατιτῶν, ὁμοίως ῾Ρωμαίοις καὶ Αἰγυπτίοις καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων ταύτην τὴν ἑορτὴν ἄγουσιν· ἀλλ' οἱ μὲν ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκαταίᾳ σὺν τοῖς 7.18.11 ᾿Ιουδαίοις ἑορτάζουσι, ὅθεν ὧδε ὀνομάζονται. οἱ δὲ Ναυατιανοὶ τὴν ἀναστάσιμον ἡμέραν ἐπιτηροῦσιν· ᾿Ιουδαίοις δὲ καὶ οὗτοι ἕπονται, καὶ εἰς ταὐτὸν τοῖς Τεσσαρεσκαιδεκατίταις καταστρέφουσιν· πλὴν εἰ μὴ τύχῃ τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη τοῦ σαββάτου ἡμέρα συμπεσοῦσα, κατόπιν γίνονται τῶν ᾿Ιουδαίων, ὅσαις ἂν ἡμέραις συμβαίη τὴν ἐχομένην κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας τῆς σελήνης. 7.18.12 Μοντανισταὶ δέ, οὓς Πεπουζίτας καὶ Φρύγας ὀνομάζουσι, ξένην τινὰ μέθοδον εἰσάγοντες κατὰ ταύτην τὸ πάσχα ἄγουσι. τοῖς μὲν γὰρ ἐπὶ τούτῳ τὸν τῆς σελήνης δρόμον πολυπραγμονοῦσι καταμέμφονται, φασὶ δὲ χρῆναι μόνοις τοῖς ἡλιακοῖς ἕπεσθαι κύκλοις τοὺς ὀρθῶς ταῦτα κανονίζοντας· καὶ μῆνα μὲν ἕκαστον εἶναι ἡμερῶν τριάκοντα ὁρίζουσιν, ἄρχεσθαι δὲ τὸν πρῶτον ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας, ἣ ῥηθείη ἂν κατὰ ῾Ρωμαίους πρὸ ἐννέα καλανδῶν ᾿Απριλλίων, ἐπειδή, φησί, τότε οἱ δύο φωστῆρες ἐγένοντο, οἷς οἱ καιροὶ 7.18.13 καὶ οἱ ἐνιαυτοὶ δηλοῦνται. καὶ τοῦτο δείκνυσθαι τῷ τὴν σελήνην διὰ ὀκταετηρίδος τῷ ἡλίῳ συνιέναι καὶ ἀμφοῖν κατὰ ταὐτὸν νουμηνίαν συμβαίνειν, καθότι ἡ ὀκταετηρὶς τοῦ σεληνιακοῦ δρόμου πληροῦται ἐννέα καὶ ἐνενήκοντα μησίν, ἡμέραις δὲ δισχιλίαις ἐνακοσίαις εἰκοσιδύο, ἐν αἷς ὁ ἥλιος τοὺς ὀκτὼ δρόμους ἀνύει, λογιζομένων ἑκάστῳ ἔτει τριακοσίων ἑξήκοντα <πέντε> ἡμε7.18.14 ρῶν καὶ προσέτι τετάρτου ἡμέρας μιᾶς. ἀπὸ γοῦν τῆς πρὸ ἐννέα καλανδῶν ᾿Απριλλίων, ὡς ἀρχῆς οὔσης κτίσεως ἡλίου καὶ πρώτου μηνός, ἀναλογίζονται τὴν εἰρημένην ταῖς ἱεραῖς γραφαῖς τεσσαρεσκαιδεκαταίαν, καὶ ταύτην εἶναι λέγουσι τὴν πρὸ ὀκτὼ εἰδῶν ᾿Απριλλίων, καθ' ἣν ἀεὶ τὸ πάσχα ἄγουσιν, εἰ συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συνδραμεῖν ἡμέραν· <εἰ δὲ μή,> ἐπὶ τῇ ἐχομένῃ κυριακῇ ἑορτάζουσι. γέγραπται γάρ, φασίν, ἀπὸ τεσσαρεσκαιδεκάτης μέχρις εἰκοστῆς πρώτης. 7.1.1 Αἵδε μὲν περὶ ταύτης τῆς ἑορτῆς αἱ διαφοραί. σοφώτατα δέ πως οἶμαι καταλῦσαι τὴν συμβᾶσαν πάλαι περὶ ταύτης φιλονικίαν τοὺς ἀμφὶ Βίκτορα τὸν τότε τῆς ῾Ρώμης ἐπίσκοπον καὶ Πολύκαρπον τὸν Σμυρναῖον. ἐπεὶ γὰρ οἱ πρὸς δύσιν ἱερεῖς οὐκ ᾤοντο δεῖν Παύλου