1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

163

καὶ Πέτρου τὴν παράδοσιν ἀτιμάζειν, οἱ δὲ ἐκ τῆς ᾿Ασίας ᾿Ιωάννῃ τῷ εὐαγγελιστῇ ἀκολουθεῖν ἰσχυρίζοντο, τοῦτο κοινῇ δόξαν, ἕκαστοι ὡς εἰώθεσαν ἑορτάζοντες τῆς πρὸς σφᾶς κοινωνίας οὐκ ἐχωρίσθησαν. εὔηθες γὰρ καὶ μάλα δικαίως ὑπέλαβον ἐθῶν ἕνεκα ἀλλήλων χωρίζεσθαι περὶ τὰ καίρια τῆς θρησκείας συμφω7.1.2 νοῦντες. οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοι εἶεν, ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἔστι. ἀμέλει Σκύθαι πολλαὶ πόλεις ὄντες ἕνα πάντες ἐπίσκοπον ἔχουσιν· ἐν ἄλλοις δὲ ἔθνεσιν ἔστιν ὅπῃ καὶ ἐν κώμαις ἐπίσκοποι ἱερῶνται, ὡς παρὰ ᾿Αραβίοις καὶ Κυπρίοις ἔγνων 7.1.3 καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς καὶ Μοντανισταῖς. διάκονοι δὲ παρὰ μὲν ῾Ρωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ καθ' ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας· 7.1.4 παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός. πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν ῾Ρώμῃ τὸ ἀλληλούια ψάλλουσι κατὰ τὴν πρώτην ἡμέραν τῆς πασχαλίας ἑορτῆς, ὡς πολλοῖς ῾Ρωμαίων ὅρκον εἶναι τοῦτον ἀξιωθῆναι 7.1.5 τὸν ὕμνον ἀκοῦσαί τε καὶ ψᾶλαι. οὔτε δὲ ὁ ἐπίσκοπος οὔτε ἄλλος τις ἐνθάδε ἐπ' ἐκκλησίας διδάσκει, παρὰ δὲ ᾿Αλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι ἀφ' οὗ ῎Αρειος 7.1.6 πρεσβύτερος ὢν περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε. ξένον δὲ κἀκεῖνο παρὰ ᾿Αλεξανδρεῦσι τούτοις· ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος· ὃ παρ' ἄλλοις οὔτε ἔγνων οὔτε ἀκήκοα. ταύτην δὲ τὴν ἱερὰν ἀναγινώσκει βίβλον ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος, παρὰ δὲ ἄλλοις διάκονοι, ἐν πολλαῖς δὲ ἐκκλησίαις οἱ ἱερεῖς μόνοι, ἐν δὲ ἐπισήμοις ἡμέραις ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς. 7.1.7 Καὶ τὴν πρὸ ταύτης δὲ καλουμένην τεσσαρακοστήν, ἐν ᾗ νηστεύει τὸ πλῆθος, οἱ μὲν εἰς ἓξ ἑβδομάδας ἡμερῶν λογίζονται, ὡς οἱ ᾿Ιλλυριοὶ καὶ οἱ πρὸς δύσιν, Λιβύη τε πᾶσα καὶ Αἴγυπτος σὺν τοῖς Παλαιστίνοις, οἱ δὲ ἑπτά, ὡς ἐν Κωνσταντινουπόλει καὶ τοῖς πέριξ ἔθνεσι μέχρι Φοινίκων, ἄλλοι δὲ τρεῖς σποράδην ἐν ταῖς ἓξ ἢ ἑπτὰ νηστεύουσιν, οἱ δὲ ἅμα τρεῖς πρὸ τῆς 7.1.8 ἑορτῆς συνάπτουσιν, οἱ δὲ δύο, ὡς οἱ τὰ Μοντανοῦ φρονοῦντες. οὐ μὴν ἀλλὰ καὶ τοῦ ἐκκλησιάζειν οὐχ ὁ αὐτὸς παρὰ πᾶσι καιρὸς ἢ τρόπος. ἀμέλει οἱ μὲν καὶ τῷ σαββάτῳ ὁμοίως τῇ μιᾷ σαββάτου ἐκκλησιάζουσιν, ὡς ἐν Κωνσταντινουπόλει καὶ σχεδὸν πανταχῇ, ἐν ῾Ρώμῃ δὲ καὶ ᾿Αλεξανδρείᾳοὐκέτι· παρὰ δὲ Αἰγυπτίοις ἐν πολλαῖς πόλεσι καὶ κώμαις παρὰ τὸ κοινῇ πᾶσι νενομισμένον πρὸς ἑσπέραν τῷ σαββάτῳ συνιόντες, ἠριστηκότες ἤδη, 7.1. μυστηρίων μετέχουσι. καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι κατὰ τὸν αὐτὸν καιρὸν οὐ πάντας εὑρεῖν ἔστι κεχρημένους. οὕτω γοῦν τὴν καλουμένην ᾿Αποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνων ἐν τῇ ἡμέρᾳ τῆς παρασκευῆς, ἣν εὐλαβῶς ἅπας ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθους. 7.1.10 τὴν δὲ νῦν ὡς ᾿Αποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς ἀρχαίων οἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. λέγουσι γὰρ ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου μαρμαρίνην λάρ7.1.11 νακα ὑπὸ γῆν εὑρεθῆναι καὶ ἐν αὐτῇ τὴν βίβλον εἶναι. ἐρομένῳ δέ μοι περὶ τούτου ψεῦδος ἔφησεν εἶναι Κίλιξ πρεσβύτερος τῆς ἐν Ταρσῷ ἐκκλησίας· γεγονέναι μὲν γὰρ πολλῶν ἐτῶν καὶ ἡ πολιὰ τὸν ἄνδρα ἐδείκνυ· ἔλεγε δὲ μηδὲν τοιοῦτον ἐπίστασθαι παρ' αὐτοῖς συμβάν, θαυμάζειν τε εἰ μὴ τάδε 7.1.12 πρὸς αἱρετικῶν ἀναπέπλασται. ἀλλὰ περὶ μὲν τούτου τάδε. πολλὰ δ' ἂν εὕροι τις ἔθη κατὰ πόλεις καὶ κώμας, ἅπερ αἰδοῖ τῶν ἐξ ἀρχῆς παραδεδωκότων ἢ τῶν τούτους διαδεξαμένων οὐχ ὅσιον οὐδὲ ἀνεκτὸν ἡγοῦνται παραβαίνειν οἱ τούτοις ἐντραφέντες. ταὐτὸν δὲ τοῦτο πεπονθέναι