164
νομιστέον τοὺς ἀνθρώπους καὶ περὶ ταύτην τὴν ἑορτήν, ἧς ἕνεκεν εἰς τοὺς περὶ τούτων ἐξηνέχθην λόγους. 7..1 ∆ιασπωμένων δὲ ὡς εἴρηται τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων ἔτι μᾶλλον ἐπεδίδου ἡ καθόλου ἐκκλησία, προστιθεμένων αὐτῇ πλείστων ἔκ τε τῆς τῶν ἑτεροδόξων πρὸς σφᾶς διχονοίας καὶ μάλιστα ἐκ τοῦ ῾Ελληνικοῦ πλήθους. ἐπεὶ γὰρ εἶδεν ὁ βασιλεὺς τὴν συνήθειαν τοῦ παρελθόντος χρόνου ἔτι πρὸς τὸ πατρῷον σέβας καὶ τοὺς θρησκευομένους παρ' αὐτῶν τόπους ἕλκουσαν τὸ ὑπήκοον, ἀρξάμενος βασιλεύειν ἐκώλυσε τούτων ἐπιβαίνειν· τελευτῶν δὲ 7..2 καὶ πολλοὺς καθεῖλεν. οἱ δὲ ἀπορίᾳ εὐκτηρίων οἴκων τῷ χρόνῳ προσειθίσθησαν ταῖς ἐκκλησίαις φοιτᾶν· οὐδὲ γὰρ οὐδὲ λάθρα θύειν ῾Ελληνικῶς ἀκίνδυνον ἦν, ἀλλ' ἐν ἀφαιρέσει κεφαλῆς καὶ οὐσίας νόμος ἔκειτο κατὰ τῶν ταῦτα τολμώντων τὴν τιμωρίαν κυρῶν. τηνικαῦτα δέ φασι τὸν Αἰγύπτου ποταμὸν κατόπιν τοῦ καιροῦ γενέσθαι περὶ τὴν πρώτην ἀνάβασιν τῶν ὑδάτων· οἱ δὲ Αἰγύπτιοι ἐχαλέπαινον ὅτι μὴ συγχωροῖντο κατὰ τὸν πάτριον νόμον τῷ 7..3 ποταμῷ θύειν. ὑπονοήσας δὲ ὁ τοῦ ἔθνους ἡγούμενος εἰς στάσιν αὐτοὺς παρασκευάζεσθαι τάδε ἐμήνυσεν. μαθὼν δὲ ὁ βασιλεὺς ἄμεινον ἔφη πρὸς τὸ θεῖον διαμεῖναι πιστὸν ἢ τὰ Νείλου νάματα καὶ τὴν ἐντεῦθεν εὐετηρίαν προτιμῆσαι τῆς εὐσεβείας· μηδέποτε γὰρ ῥεύσοιεν ἐκεῖνος ὁ ποταμός, εἴπερ ἀληθῶς οἷός τέ ἐστι γοητείαις ὑπάγεσθαι καὶ θυσίαις χαίρειν καὶ αἱμάτων 7..4 ῥύσει μιαίνειν τὰς ἐκ τοῦ θείου παραδείσου ἐπιρροάς. οὐκ εἰς μακρὰν δὲ ὁ Νεῖλος πολὺς ἐκχυθεὶς καὶ τοῖς ὑψηλοτέροις ἐπαφῆκε τὰ ῥεύματα. ἐπεὶ δὲ πρὸς τὸ τελειότατον καὶ σπανίως πληρούμενον μέτρον ἔφθασεν, οὐδὲν δὲ ἧττον ἐκορυφοῦτο τὸ ὕδωρ, εἰς ἐναντίον φόβον περιέστησαν οἱ Αἰγύπτιοι· καὶ δέος ἦν μὴ καὶ τὴν ᾿Αλεξάνδρου πόλιν καὶ Λιβύης μέρος 7..5 [οὖσαν] κατακλύσῃ· ἡνίκα δὴ λέγεται τοὺς ῾Ελληνιστὰς ᾿Αλεξανδρέων ἀγανακτοῦντας πρὸς τὸ συμβὰν παρὰ γνώμην ἐπιτωθάσαι καὶ ἐν τοῖς θεάτροις ἀναβοῆσαι, ὡς οἷα γέρων καὶ λῆρος ἐξούρησεν ὁ ποταμός. ἐκ τούτου δὲ πλεῖστοι Αἰγυπτίων τῆς πατρῴας δεισιδαιμονίας κατέγνωσαν καὶ εἰς Χριστιανισμὸν μετεβάλοντο. καὶ τὰ μὲν ὡς ἐπυθόμην. 7.21.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον διεκομίσθη εἰς Κωνσταντινούπολιν ἡ ᾿Ιω-άννου τοῦ βαπτιστοῦ κεφαλή, ἣν ῾Ηρῳδιὰς ᾐτήσατο παρὰ ῾Ηρῴδου τοῦ τετράρχου. λέγεται δὲ εὑρεθῆναι παρὰ ἀνδράσι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἳ τὰ μὲν πρῶτα ἐν ῾Ιεροσολύμοις διέτριβον, ὕστερον δὲ εἰς 7.21.2 Κιλικίαν μετῳκίσθησαν. ἐπὶ δὲ τῆς πρὸ ταύτης ἡγεμονίας Μαρδονίου μηνύσαντος, ὃς τῆς βασιλικῆς οἰκίας μείζων ἦν εὐνοῦχος, προσέταξεν Οὐάλης εἰς Κωνσταντινούπολιν αὐτὴν κομισθῆναι. καὶ οἱ μὲν ἐπὶ τοῦτο ἀποσταλέντες ἐπιθέντες ὀχήματι δημοσίῳ ἦγον· ὡς δὲ εἰς τὸ Παντείχιον ἧκον (χωρίον δὲ τοῦτο Χαλκηδόνος), οὐκέτι προσωτέρω βαδίζειν ἠνείχοντο αἱ τὸ ὄχημα καθέλκουσαι ἡμίονοι, καὶ ταῦτα τῶν ἱπποκόμων ἐπαπειλούντων 7.21.3 καὶ τοῦ ἡνιόχου χαλεπῶς τῇ μάστιγι κεντοῦντος. ὡς δὲ οὐδὲν ἤνυον (ἐδόκει δὲ πᾶσι καὶ αὐτῷ τῷ βασιλεῖ παράδοξον εἶναι καὶ θεῖον τὸ πρᾶγμα), ἀπέθεντο ταύτην τὴν ἱερὰν κεφαλὴν ἐν τῇ Κοσιλάου κώμῃ· ἔτυχε γὰρ ἐκ 7.21.4 γειτόνων οὖσα καὶ Μαρδονίου τούτου κτῆμα. περὶ δὲ τοῦτον τὸν χρόνον ἢ τοῦ θεοῦ ἢ αὐτοῦ τοῦ προφήτου κινοῦντος ἧκεν εἰς τήνδε τὴν κώμην Θεοδόσιος ὁ βασιλεύς, βουλομένῳ τε τοῦ βαπτιστοῦ τὸ λείψανον λαβεῖν μόνην φασὶν ἀντειπεῖν Ματρώναν, ἣ παρθένος μὲν ἦν ἱερά, εἵπετο δὲ αὐτῷ διάκονος καὶ φύλαξ· ἀνθισταμένην δὲ παντὶ σθένει βιάσασθαι οὐχ ἡγήσατο 7.21.5 δεῖν, ἀντιβολῶν δὲ ἐδεῖτο συγχωρεῖν. ἐπεὶ δὲ μόλις εἶξεν ἀνήνυτον εἶναι νομίσασα τῷ κρατοῦντι τὴν ἐπιχείρησιν κατὰ τὸ συμβὰν ἐπὶ τῶν Οὐάλεντος χρόνων, περιλαβὼν τῇ ἁλουργίδι τὴν θήκην ἐν ᾗ ἔκειτο ἔχων ἐπανῆλθε, καὶ πρὸ τοῦ ἄστεως Κωνσταντινουπόλεως ἔθετο ἐν τῷ καλουμένῳ ῾Εβδόμῳ, μέγιστον καὶ περικαλλέστατον τῷ θεῷ ἐνθάδε ναὸν ἐγείρας. πολλὰ δὲ πολλάκις λιπαρήσας Ματρώναν καὶ κεχαρισμένα ὑποσχόμενος οὐκ ἔπεισε μετα7.21.6