166
εὐνούχων, πέπομφεν εἰς Αἴγυπτον, εἰ μὲν δυνατόν, ἄξοντα αὐτόν, εἰ δὲ παραιτήσαιτο, τὸ 7.22.8 πρακτέον μαθεῖν. καὶ ὁ μὲν ὡς ᾿Ιωάννην παραγενόμενος οὐκ ἔπεισε πρὸς τὸν βασιλέα ἐλθεῖν, ἐπανελθὼν δὲ ἤγγειλεν εἰπεῖν αὐτόν, ὡς νικήσει τὸν πόλεμον καθελών τε τὸν τύραννον μετὰ τὴν νίκην ἐν ᾿Ιταλίᾳ μεταλλάξει τὸν βίον. ἀμφότερα δὲ ἀληθῆ τὸ τέλος ἔδειξεν. 7.23.1 ᾿Εν τούτῳ δὲ διὰ τὴν χρείαν τοῦ πολέμου ἔδοξε τοῖς ἄρχουσι, οἷς τούτου μέλει, πλέον τι τῶν εἰωθότων φόρων εἰσπράξασθαι τοὺς ὑποτελεῖς. ἐπὶ τούτῳ δὲ στασιάσας ὁ ἐν Συρίᾳ τῶν ᾿Αντιοχέων δῆμος τοὺς βασιλέως ἀνδριάντας καθεῖλε καὶ τῆς αὐτοῦ γαμετῆς, καὶ σχοίνῳ προσάψας εἷλκεν, 7.23.2 οἷα εἰκὸς ὑπὸ χαλεπαίνοντος τοῦ πλήθους, ὑβριστικὰς ἀφιεὶς φωνάς. ἐπεὶ δὲ πολλοὺς ᾿Αντιοχέων διαφθεῖραι διενοεῖτο, καὶ πρὸς μόνην τὴν φήμην κατεπλάγη τὸ πλῆθος καὶ παυσάμενοι μαίνεσθαι μετεμέλοντο· καὶ ὡς ἐπὶ παροῦσι τοῖς ἀγγελλομένοις κακοῖς ἔστενόν τε καὶ ἐδάκρυον καὶ τὸν θεὸν ἱκέτευον καταπαῦσαι τοῦ κρατοῦντος τὴν ὀργήν, μελῳδίαις τισὶν ὀλοφυρ7.23.3 τικαῖς πρὸς τὰς λιτὰς κεχρημένοι· ἡνίκα δὴ καὶ Φλαβιανὸς ὁ τῆς ᾿Αντιοχέων ἐπίσκοπος πρεσβευόμενος ὑπὲρ τῶν πολιτῶν, ἔτι τοῦ βασιλέως χαλεπαίνοντος, πέπεικε τοὺς παρὰ τὴν βασιλικὴν τράπεζαν ᾄδειν εἰωθότας νέους τὰς ἐν ταῖς λιταῖς τῶν ᾿Αντιοχέων ψαλμῳδίας εἰπεῖν· ἐφ' ᾧ λέγεται φιλανθρωπίᾳ διαχεθέντα τὸν βασιλέα κρατηθῆναι τῷ ἐλέῳ καὶ αὐτίκα τὴν ὀργὴν ἐκβαλεῖν καὶ σπείσασθαι πρὸς τὴν πόλιν, δάκρυσι βρέξαντα τὴν φιάλην ἣν 7.23.4 ἔτυχε κατέχων. φασὶ δὲ τῆς φθασάσης νυκτός, μεθ' ἣν εὐθὺς ἐπιγενομένης ἡμέρας ἡ στάσις ἐγένετο, φάσμα γυναικὸς θεαθῆναι μεγέθει ἐξαίσιον καὶ θέᾳ φοβερόν, μετάρσιόν τε διατρέχον ἀνὰ τὰς ἀγυιὰς τῆς πόλεως τὸν ἀέρα μαστίζειν ὑπὸ μάστιγι δυσήχῳ, οἵαις εἰς θυμὸν προκαλοῦνται τοὺς θῆρας 7.23.5 οἱ περὶ τὰ τοιαῦτα θέατρα πονοῦντες. οὕτω τις ἀλαστόρων δαιμόνων ἐπιβουλῇ τὴν στάσιν ἐκίνησεν· ἐπηκολούθησε δ' ἂν καὶ φόνος πολύς, εἰ μὴ τὴν ὀργὴν κατέπαυσεν ὁ βασιλεὺς τὴν ἱερατικὴν ὑπὸ εὐσεβείας ἱκεσίαν αἰδεσθείς. 7.24.1 ᾿Επεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ παρεσκεύαστο, ἀναγορεύει βασιλέα καὶ ᾿Ονώριον τὸν νεώτερον υἱόν· ᾿Αρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν σπουδῇ σὺν ταῖς ἀπὸ τῆς ἕω στρατιαῖς ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. συνείπετο δὲ αὐτῷ καὶ 7.24.2 πλῆθος συμμάχων τῶν παρὰ τὸν ῎Ιστρον βαρβάρων. λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ ᾿Ιωάννου τοῦ βαπτιστοῦ ἐδείματο, αἰτῆσαί τε αἰσίαν αὐτῷ καὶ τῇ στρατιᾷ καὶ ῾Ρωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτὸν ἐπικαλέσασθαι 7.24.3 τὸν βαπτιστήν. ταῦτα δὲ προσευξάμενος εἰς ᾿Ιταλίαν ἀφίκετο. καὶ προσβαλὼν ταῖς ῎Αλπεσιν εἷλε τὰς πρώτας φυλακάς. παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν, οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ 7.24.4 κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας. ἐπεὶ δὲ οἱ πρῶτοι παρελθόντες συνεμίσγοντο τοῖς ἐν τῷ πεδίῳ, μάχη καρτερὰ καὶ ἀμφήριστος ἐκινήθη ἔτι παριούσης τῆς στρατιᾶς· λογισάμενος δέ, ὅσον ἧκεν εἰς ἀνθρώπων δύναμιν καὶ βουλήν, μὴ δυνατὸν σῴζεσθαι, ἐπιτιθεμένων τῶν ἀπὸ νώτου τὴν ἀκρώρειαν καταλαβόντων, πρηνὴς ἐπὶ τοῦ ἐδάφους πεσὼν ηὔχετο δακρύων. καὶ 7.24.5 ὁ θεὸς αὐτίκα ἐπήκουσεν, ὡς τὸ ἀποβὰν ἔδειξεν. πέμψαντες γάρ τινας συμμάχους σφᾶς ἔσεσθαι προσήγγειλαν οἱ ἡγεμόνες τῶν περικαθημένων τὴν ἄκραν, εἰ μέλλοιεν ἐν τιμῇ παρ' αὐτῷ εἶναι. ἐπεὶ δὲ χάρτην καὶ μέλαν ἐπιζητήσας οὐχ εὗρε, δέλτον λαβών, ἣν ἔτυχέ τις τῶν παρεστώτων ἔχων, ἐνέγραψεν αὐτοῖς ἐπισήμου καὶ ἁρμοδίας στρατείας τάξιν, ἣν ἕξουσι παρ' αὐτῷ τὴν ὑπόσχεσιν πληροῦντες. καὶ οἱ μὲν ἐπὶ τούτοις τῷ βασιλεῖ προσεχώ7.24.6 ρησαν. μήπω δὲ θατέρου μέρους κλίναντος, ἀλλ' ἔτι τῆς ἐν τῷ πεδίῳ μάχης ἑκατέρωθεν ἰσαζούσης,