168
ἃ μόνοις ἐπιχωρίοις κατὰ τὸ εἰκὸς ἔγνωσται. τῶν δ' αὖ ἐπισημοτάτων αὐτοῦ 7.25. ἔργων καὶ τοῦτο ἐπυθόμην. ἔθος ἦν τοὺς βασιλέας ἐν τῷ ἱερατείῳ ἐκκλησιάζειν κατ' ἐξοχὴν τῶν ὁρίων τοῦ λαοῦ κεχωρισμένους· κολακείας δὲ ἢ ἀταξίας εἶναι τοῦτο συνιδὼν τόπον εἶναι βασιλέως ἐν ἐκκλησίαις τέταχε τὸν πρὸ τῶν δρυφάκτων τοῦ ἱερατείου, ὥστε τοῦ μὲν λαοῦ τὸν κρατοῦντα τὴν προεδρίαν ἔχειν, αὐτοῦ δὲ τοὺς ἱερέας προκαθῆσθαι. ταύτην δὲ τὴν ἀρίστην παράδοσιν ἐπῄνεσε Θεοδόσιος ὁ βασιλεὺς καὶ οἱ μετὰ ταῦτα ἐκρά7.25.10 τυναν, καὶ ἐξ ἐκείνου νυνὶ φυλαττομένην ὁρῶμεν. τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ ἀναγκαῖον εἶναί μοι δοκεῖ. ῞Ελλην τις τῶν ἐν τέλει τὸν Γρατιανὸν ἐλοιδόρει καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει, καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη ἀποθανεῖν. ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ ἧκεν ᾿Αμβρόσιος εἰς τὰ βασίλεια ὑπὲρ 7.25.11 αὐτοῦ δεησόμενος. ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας ἐπιτελεῖν εἰώθασιν οἱ βασιλεῖς τερπωλῆς ἰδίας χάριν οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς 7.25.12 πύλαις τεταγμένων μηνύοντος ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν. ἐλθὼν δὲ ἐπὶ τὴν πύλην ᾗ τοὺς θῆρας εἰσῆγον ἔλαθεν, καὶ συνεισελθὼν τοῖς κυνηγοῖς οὐ πρότερον καθυφῆκεν οὐδὲ Γρατιανοῦ καὶ τῶν ἀμφ' αὐτὸν ἀντιβολούντων εἶξεν, εἰ μὴ παραυτίκα σωτήριον ψῆφον τοῦ βασιλέως ἐξέσπασε τὸν 7.25.13 ἐπὶ θανάτῳ ἀγόμενον ἐλευθεροῦσαν. οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν φυλακὴν τῶν νόμων τῆς ἐκκλησίας καὶ τὴν ἀγωγὴν τῶν ὑπ' αὐτὸν κληρικῶν σπουδαῖος εἰσάγαν ἐγένετο. ἐκ πολλῶν δὲ τῶν αὐτῷ κατωρθωμένων τάδε μοι εἰρήσθω εἰς ἀπόδειξιν ἧς εἶχε διὰ θεὸν πρὸς τοὺς κρατοῦντας παρρησίας. 7.26.1 Κατὰ τοῦτον δὲ πολλοὶ πολλαχῇ τῆς οἰκουμένης ἐν ἐπισκόποις διέπρεπον, ὡς ∆ονᾶτος ὁ Εὐροίας τῆς ᾿Ηπείρου· ᾧ δὴ πολλὰ τεθαυματουργῆσθαι μαρτυροῦσιν οἱ ἐπιχώριοι, μέγιστα δὲ τὰ περὶ τὴν ἀναίρεσιν τοῦ δράκοντος, ὃς περὶ τὰς καλουμένας Χαμαιγεφύρας παρὰ τὴν λεωφόρον ἐφώλευε καὶ 7.26.2 πρόβατα καὶ αἶγας, ἵππους τε καὶ βόας καὶ ἀνθρώπους ἐξήρπαζεν. οὐ γὰρ ξίφος ἢ δόρυ φέρων οὐδὲ ἄλλο τι βέλος ἔχων ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν· ἀλλ' ὡς ᾔσθετο καὶ τὴν κεφαλὴν ὡς ἐφορμῆσον ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε καὶ ἐπέ7.26.3 πτυσε. τὸ δὲ τὸν σίελον εἰς τὸ στόμα δεξάμενον αὐτίκα κατέπεσε· καὶ νεκρὸν κείμενον οὐ μεῖον τῶν παρ' ᾿Ινδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος· ἀμέλει τοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν 7.26.4 ἀέρα λυμήνηται καὶ λοιμώδη ποιήσῃ. ∆ονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ' αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων, παρὰ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέ7.26.5 δωκεν· ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς ἄνυδρος. ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος λέγεται τῶν ἀμφ' αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι· ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. ἀλλὰ τῶνδε μὲν μάρτυρες οἱ τὴν ᾿Ισωρίαν οἰκοῦντες κώμην Εὐροίας καθ' ἣν τάδε συνέβη. 7.26.6 ᾿Εν τούτῳ δὲ Τόμεως καὶ τῆς ἄλλης Σκυθίας τὴν ἐκκλησίαν ἐπετρόπευε Θεότιμος Σκύθης, ἀνὴρ ἐν φιλοσοφίᾳ διατραφείς· ὃν ἀγάμενοι τῆς ἀρετῆς οἱ παρὰ τὸν ῎Ιστρον Οὖννοι βάρβαροι θεὸν ῾Ρωμαίων ὠνόμαζον· καὶ γὰρ 7.26.7 δὴ καὶ θείων ἐπ' αὐτῷ πραγμάτων ἐπειράθησαν. λέγεται γοῦν ὡς ὁδεύοντί ποτε παρὰ τὴν ἐνθάδε βαρβάρων γῆν ὑπήντοντο ἐναντίαν τὴν αὐτὴν ὁδὸν ἐπὶ Τόμιν ἐλαύνοντες· ὀλοφυρομένων δὲ τῶν ἀμφ' αὐτὸν ὡς αὐτίκα ἀπολουμένων ἀποβὰς τοῦ ἵππου ηὔξατο· οἱ δὲ βάρβαροι μήτε αὐτὸν μήτε τοὺς ἑπομένους ἢ τοὺς ἵππους ὧν ἀπέβησαν θεασάμενοι παρέδραμον. 7.26.8 ἐπεὶ δὲ πολλάκις ἐπιόντες ἐκακούργουν τοὺς Σκύθας, φύσει θηριώδεις ὄντας