170
γὰρ ἀνέλυσε τὸ γεγονὸς ὁ θεός, πάντως, οἶμαι, τοὺς ἀνθρώπους πιστούμενος ὡς αὐτὸν τὸν πάντα εἰδότα καὶ ἀκούοντα καὶ ἐφορῶντα ἐξαπατῶσιν οἱ τοιούτους σφᾶς περὶ τοὺς αὐτοῦ θεράποντας παρέχοντες. 7.28.1 ᾿Αλλὰ τὰ μὲν ὧδε ἐπυθόμην. ἐξ ἐκείνου δὲ καὶ ᾿Ακάκιος ἐν ἐπισκόποις διέπρεπεν, ἤδη πρότερον τὴν ἐν Βεροίᾳ τῆς Συρίας ἐπισκοπὴν ἐπιτραπείς. τούτου δὲ εἰκὸς μὲν καὶ ἄλλα φέρεσθαι γραφῆς ἄξια, καθὸ τὸν βίον ἐκ 7.28.2 νέου μοναχικῶς ἀσκηθεὶς ἀκριβῶς ἐπολιτεύσατο. τεκμήριον δὲ μεγίστης ἔδωκεν ἀρετῆς παρὰ πάντα τὸν χρόνον τὸ ἐπισκοπικὸν καταγώγιον ἠνεῳγμένον ἔχων, ὡς καὶ τροφῆς ὥρᾳ καὶ ὕπνου ἀδεῶς οἷς ἐδόκει ξένοις τε καὶ 7.28.3 ἀστοῖς αὐτὸν ὁρᾶν. ἄγαμαι δὲ τοῦτο μάλιστα· ἢ γὰρ οὕτως ἐβίω ὡς ἀεὶ πεποιθέναι, ἢ πρὸς τὸ ἕτοιμον εἰς κακίαν τῆς φύσεως παρασκευαζόμενος τουτὶ ἐπενόησεν, ὥστε ἀεὶ φωραθήσεσθαι προσδοκῶν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων ἐν τῇ συνεχεῖ φυλακῇ μὴ διαμαρτάνειν ὧν δεῖ, ἀλλ' ἐν σπουδαίοις εἶναι πράγμασιν. 7.28.4 ᾿Εν δὲ τῷ τότε ἐπισήμω ἤστην καὶ Ζήνων καὶ Αἴας ἀδελφοί· οἳ δὴ τὸ πρὶν ἐφιλοσόφουν οὐκ ἐν μοναγρίαις, ἀλλ' ἐν Γάζῃ πρὸς θάλασσαν, ὅπερ καὶ Μαϊουμᾶν ὀνομάζουσιν. ἄμφω δὲ πιστοτάτω περὶ τὸ δόγμα ἐγενέσθην καὶ θεὸν ὡμολόγησαν ἀνδρείως, ὡς καὶ πολλάκις πρὸς τῶν 7.28.5 ῾Ελληνιστῶν χαλεπῶς αἰκισθῆναι. λέγεται δὲ Αἴαντα μὲν γῆμαι εὐειδεστάτην γυναῖκα, τρίτον δὲ μόνον αὐτῇ συνελθεῖν ἐν παντὶ τῷ χρόνῳ καὶ τρεῖς παῖδας ποιῆσαι, τὸ μετὰ ταῦτα δὲ συνουσίας ἕνεκα τοιᾶσδε τῇ γαμετῇ ἀποταξάμενον μοναχικῶς πεπολιτεῦσθαι· καὶ τῶν υἱέων δύο μὲν ἐπὶ τὰ θεῖα καὶ τὴν ἀγαμίαν παιδαγωγῆσαι, τὸν ἄλλον δὲ ἐπὶ γάμον. ἐπιεικῶς δὲ καὶ μάλα εὐδοκίμως τὴν τοῦ Βιτουλίου ἐκ7.28.6 κλησίαν ἐπετρόπευσε. Ζήνων δὲ ἔτι νέος ὢν γάμῳ καὶ βίῳ ἀπαγορεύσας ἐπιμελέστατος ἐγένετο περὶ τὴν διακονίαν τοῦ θεοῦ. φασὶ γοῦν αὐτόν, μᾶλλον δὲ καὶ ἡμεῖς τεθεάμεθα ἐπισκοποῦντα τὴν ἐν τῷ Μαϊουμᾷ ἐκκλησίαν, ἤδη γηραλέον καὶ ἀμφὶ τὰ ἑκατὸν ἔτη ὄντα, μηδεπώποτε ἑωθινῶν ἢ ἑσπερινῶν ὕμνων ἢ ἄλλης λειτουργίας θεοῦ κατόπιν γενόμενον, εἰ μή γε 7.28.7 νόσος αὐτὸν ἐπέσχεν. ἐν φιλοσοφίᾳ δὲ μοναχικῇ τὸν βίον ἄγων λινῆν ἐσθῆτα ὕφαινεν ἐπὶ μονήρους ἱστοῦ, ἐντεῦθέν τε τὰ ἐπιτήδεια εἶχε καὶ ἄλλοις ἐχορήγει, καὶ οὐ διέλιπεν ἄχρι τελευτῆς τὸ αὐτὸ διέπων ἔργον, καίπερ ἀρχαιότητι τῶν ἀνὰ τὸ ἔθνος ἱερέων πρωτεύων καὶ λαῷ καὶ χρήμασι με7.28.8 γίστης ἐκκλησίας προεστώς. ἀλλὰ τῶνδε μὲν εἰς ἀπόδειξιν τῶν τότε ἱερωμένων ἐπεμνήσθην, πάντας δὲ διεξελθεῖν ἔργον, ἐπεὶ οἱ πλείους ἀγαθοὶ ἐγένοντο, καὶ τὸ θεῖον ἐμαρτύρει τοῖς αὐτῶν βίοις ἐπικαλουμένων ἑτοίμως ἐπακοῦον καὶ πλεῖστα θαυματουργοῦν. 7.2.1 ῾Υπὸ δὲ τοιούτων ἀγομένη ἡ πανταχῇ ἐκκλησία πρὸς ὁμόνοιαν καὶ ἀρετὴν τοὺς λαοὺς καὶ τοὺς κλήρους ἀνῆγεν. οὐ μόνον δὲ ταῦτα τὴν θρησκείαν ἐσέμνυνεν, ἀλλὰ γὰρ καὶ ᾿Αμβακούμ, μετ' οὐ πολὺ δὲ τούτου καὶ 7.2.2 Μιχαίας, πρῶτοι προφητῶν περὶ τοῦτον τὸν χρόνον ἀναφανέντες. ἀμφοῖν δὲ τὰ σώματα, ὡς ἐπυθόμην, κατὰ θείαν ὀνείρατος ὄψιν ἀνεδείχθη Ζεβέννῳ τῷ τότε ἐπιτροπεύοντι τὴν ᾿Ελευθεροπόλεως ἐκκλησίαν. καὶ γὰρ δὴ καὶ τοῦ νομοῦ ταύτης ἤστην Κελὰ ἡ πρὶν Κεϊλὰ ὀνομαζομένη κώμη, καθ' ἣν ὁ ᾿Αμβακοὺμ ηὑρέθη, καὶ Βηραθσάτια χωρίον ἀμφὶ δέκα στάδια τῆς πόλεως διεστώς· περὶ τοῦτο δὲ ὁ Μιχαίου τάφος ἦν, ὃ μνῆμα πιστὸν ἀγνοοῦντες ὅ τι λέγουσιν οἱ ἐπιχώριοι ἐκάλουν, Νεφσαμεεμανᾶ τῇ πατρίῳ φωνῇ ὀνομάζοντες. 7.2.3 ἱκανὰ μὲν οὖν καὶ τάδε πρὸς εὔκλειαν τοῦ Χριστιανῶν δόγματος ἐπὶ τῆς παρούσης βασιλείας συνεκύρησε. Μετὰ δὲ τὴν κατὰ Εὐγενίου νίκην ἔτι ἐν Μεδιολάνῳ διάγων Θεοδόσιος ὁ βασιλεὺς ἀρρώστως διετέθη, ἐννοηθείς τε, ὡς οἶμαι, τὴν ᾿Ιωάννου τοῦ 7.2.4 μοναχοῦ προφητείαν ὑφωρᾶτο τελευτήν. ἐν τάχει τε τὸν υἱὸν ᾿Ονώριον ἐκ τῆς Κωνσταντινουπόλεως μετεκαλέσατο καὶ παραγενόμενον ἰδὼν ἔδοξε ῥᾷον ἔχειν, ὡς καὶ ἐπὶ θέαν ἱπποδρομίας σὺν αὐτῷ προελθεῖν. ἐξαπίνης δὲ μετὰ τὸ ἄριστον κακῶς