171
διατεθεὶς ἐκέλευσε τῷ παιδὶ τὴν θέαν ἐπιτελέσαι, τῆς δὲ ἐχομένης νυκτὸς τὸν βίον μετήλλαξεν ᾿Ολυβρίου καὶ Προβίνου τῶν ἀδελφῶν ὑπατευόντων.
8.τ.1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΟΓ∆ΟΟΣ
8.1.1 ῟Ωδε μὲν ἐς τὰ μάλιστα τὴν ἐκκλησίαν αὐξήσας ἐτελεύτησε Θεοδόσιος ἀμφὶ τὰ ἑξήκοντα ἔτη γεγονώς, ἐκ τούτων δὲ δέκα καὶ ἓξ ἐβασίλευσε. καὶ διαδόχους κατέλιπε τῆς ἀρχῆς ᾿Αρκάδιον μὲν τὸν πρεσβύτερον τῶν υἱέων τῶν πρὸς ἕω ἐθνῶν, ᾿Ονώριον δὲ τῶν πρὸς ἑσπέραν· ἄμφω δὲ ὁμόφρονες τῷ πατρὶ περὶ τὴν θρησκείαν ἐγενέσθην. ἡγεῖτο δὲ τότε τῆς ῾Ρωμαίων ἐκκλησίας μετὰ ∆άμασον Σιρίκιος, τῆς δὲ ἐν Κωνσταντινουπόλει Νεκτάριος, Θεόφιλος δὲ τῆς ἐν ᾿Αλεξανδρείᾳ καὶ Φλαβιανὸς τῆς ᾿Αντιοχέων καὶ8.1.2 ᾿Ιωάννης <τῆς> ῾Ιεροσολύμων. ἐν τούτῳ δὲ Οὖννοι βάρβαροι ᾿Αρμενίαςκαὶ τῆς πρὸς ἕω ἀρχομένης μέρη τινὰ κατέδραμον. ἐλέγετο δὲ ὡς λάθρα τούτους ἐπηγάγετο ἐπὶ ταραχῇ τῆς βασιλείας ῾Ρουφῖνος ὁ τῆς ἀνατολῆς 8.1.3 ὕπαρχος, ὕποπτος ὢν καὶ ἄλλως ὡς τυραννεῖν βούλεται. ἀλλ' ὁ μὲν ἐπὶ τοιαύτῃ αἰτίᾳ οὐκ εἰς μακρὰν ἀνῃρέθη. ἅμα γὰρ ἐκ τῆς κατὰ Εὐγενίου μάχης ἐπανῆλθεν ἡ στρατιὰ καὶ ὁ βασιλεύς, ὡς ἔθος, πρὸ τῆς Κωνσταντινουπόλεως ὑπήντετο, μηδὲν μελλήσαντες οἱ στρατιῶται τὸν ῾Ρουφῖνον 8.1.4 ἀπέκτειναν. ἐγίνετο δὲ καὶ ταῦτα πρόφασις ἔτι μᾶλλον ἐπιδιδόναι τὴν θρησκείαν. οἵ τε γὰρ κρατοῦντες ὑπὸ εὐσεβείας ἡγοῦντο τῷ οἰκείῳ πατρὶ τὰς κατὰ τῶν τυράννων κατωρθῶσθαι νίκας καὶ ῾Ρουφῖνον ἐπίβουλον ὄντα 8.1.5 τῆς αὐτῶν ἀρχῆς ἐκποδὼν οὕτως ἀκονιτὶ γεγενῆσθαι, καὶ διὰ τοῦτο τὰ δεδογμένα τοῖς πρὶν βασιλεῦσιν ὑπὲρ τῶν ἐκκλησιῶν προθυμότερον βέβαια ἐφύλαττον καὶ δωρεὰς ἰδίας προσετίθεσαν· οἵ τε ὑπήκοοι πρὸς τούτους βλέποντες ῞Ελληνες μὲν ῥᾳδίως εἰς Χριστιανισμὸν μετέβαλλον, αἱρετικοὶ δὲ 8.1.6 τῇ καθόλου ἐκκλησίᾳ προσεχώρουν, οἱ δὲ ἀπὸ τῆς ᾿Αρείου καὶ Εὐνομίου αἱρέσεως, καὶ ὅτι πρὸς σφᾶς αὐτοὺς ἐδιχονόουν διὰ τὰς πρόσθεν εἰρημένας αἰτίας, ἑκάστοτε ἐμειοῦντο. πολλοὶ γὰρ ἐκ τῆς πρὸς ἀλλήλους ἐναντιότητος οὐκ ὀρθῶς αὐτοὺς περὶ θεοῦ δοξάζειν ἐνόμιζον καὶ πρὸς τοὺς ὁμοδόξους 8.1.7 τοῖς κρατοῦσιν μετετίθεντο. τοὺς δὲ ἐν Κωνσταντινουπόλει τὰ Μακεδονίου φρονοῦντας ἔβλαπτε κατ' ἐκεῖνο καιροῦ τὸ μὴ ἔχειν ἐπίσκοπον. ἀφ' οὗ γὰρ ἐπὶ τῆς Κωνσταντίου βασιλείας παρὰ Εὐδοξίου καὶ τῶν ἀμφ' αὐτὸν τὰς ἐκκλησίας ἀφῃρέθησαν, ὑπὸ μόνοις πρεσβυτέροις μέχρι τῆς ἐχομένης 8.1.8 βασιλείας διεγένοντο. Ναυατιανοὶ δέ, εἰ καί τινας τούτων ἐτάραττεν ἡ περὶ τοῦ πάσχα ζήτησις ἣν Σαββάτιος ἐνεωτέρισεν, ἀλλ' οὖν οἱ πλείους ἐπὶ τῆς αὐτῶν ἐκκλησίας ἠρέμουν. οὔτε γὰρ τοῖς αὐτοῖς ἐπιτιμίοις ἢ νόμοις ὁμοίως ταῖς ἄλλαις αἱρέσεσιν ἔνοχοι ἦσαν ὡς ὁμοούσιον τριάδα δοξάζοντες. καὶ τότε βεβαιότερον τῇ ἀρετῇ τῶν ἡγουμένων συνίσταντο πρὸς ὁμόνοιαν. 8.1. μετὰ γὰρ τὴν ᾿Αγελίου προστασίαν τῆς Μαρκιανοῦ ἀνδρὸς ἀγαθοῦ τετυχήκασι. καὶ τούτου δὲ ἔναγχος κατὰ τὸν παρόντα χρόνον τελευτήσαντος διεδέξατο τὴν αὐτοῦ ἐπισκοπὴν Σισίννιος, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος, ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιού8.1.10 μενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα καὶ τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχαῖς καὶ λόγῳ 8.1.11 καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἑκάτερον ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ὅτου ἕνεκα δεύτερον 8.1.12 λούοιτο τῆς