172
ἡμέρας ἐπίσκοπος ὤν «ὅτι μὴ τρίτον», ἔφη, «φθάνω.» ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας· ὁ δὲ πρὸς αὐτόν «οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι»· τοῦ δὲ ἀπορήσαντος ὑπολαβὼν ἔφη· «σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος «ἔστωσάν σου τὰ ἱμάτια ἀεὶ λευκά» παραινεῖ λέγων, καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ ᾿Ηλίαν τοιούτους τοῖς ἀποστό8.1.13 λοις ἐπιδεικνύς.» οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος ὁ παρὰ Γαλάταις ᾿Αγκύρας ἐπίσκοπος· ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης ἧκε 8.1.14 πρὸς αὐτὸν ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδόρει δὲ τοὺς Ναυατιανοὺς ὡς οὐκ ἀξίους ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν ἐκ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, «ἀλλὰ μήν», ἔφη Σισίννιος, «οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ.» ἐρομένου δὲ Λεοντίου τίνα τρόπον «ὅτι 8.1.15 σε τεθέαμαι» ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν, οὐκ ἀκόμψους τε πολλοὺς αὐτοῦ λόγους φέρεσθαί φασιν· ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. ἀλλ' οἷος μὲν ἦν οὗτος ὁ ἀνήρ, τάδε εἰρήσθω εἰς ἀπόδειξιν ἧς ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου. 8.2.1 Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος καὶ βουλῆς οὔσης, τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο καὶ οὐ ταὐτὰ πᾶσιν 8.2.2 ἐδόκει, καὶ ὁ χρόνος ἐτρίβετο. ἦν δέ τις ἐν ᾿Αντιοχείᾳ τῇ παρ' ᾿Ορόντῃ πρεσβύτερος ὄνομα ᾿Ιωάννης, γένος τῶν εὐπατριδῶν, ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς καὶ τοὺς κατ' αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν· ἡνίκα γὰρ ἔμελλε τελευτᾶν, πυνθανομένων τῶν ἐπιτηδείων, τίς ἀντ' αὐτοῦ ἔσται, λέγεται εἰπεῖν ᾿Ιωάννην, 8.2.3 εἰ μὴ Χριστιανοὶ τοῦτον ἐσύλησαν. πλείστους δὲ τῶν αὐτοῦ ἀκουόντων ἐπ' ἐκκλησίας εἰς ἀρετὴν ὠφέλησε καὶ ὁμόφρονας αὐτῷ περὶ τὸ θεῖον ἐποίησε. θείως γὰρ πολιτευόμενος τὸν ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς ἀκροαταῖς· καὶ ἐπιστοῦτο ῥᾳδίως, ὡς οὐ τέχνῃ τινὶ καὶ δυνάμει λόγου βιάζεται παραπλήσια δοξάζειν αὐτῷ, ἀλλ' ὡς ἔχει ἀληθείας εἰλι8.2.4 κρινῶς τὰς ἱερὰς ἐξηγεῖτο βίβλους. λόγος γὰρ ὑπὸ τῶν ἔργων κοσμούμενος πίστεως ἄξιος εἰκότως φαίνεται, ἄνευ δὲ τούτων εἴρωνα καὶ τῶν οἰκείων λόγων κατήγορον ἀποφαίνει τὸν λέγοντα, κἂν σπουδάζῃ διδάσκων. τῷ δὲ κατ' ἀμφότερα εὐδοκιμεῖν προσῆν· ἀγωγῇ μὲν γὰρ βίου σώφρονι καὶ 8.2.5 πολιτείᾳ ἀκριβεῖ ἐχρῆτο, φράσει δὲ λόγου σαφεῖ μετὰ λαμπρότητος· φύσεώς τε γὰρ εὖ ἔσχε, διδασκάλους δὲ τῆς μὲν περὶ τοὺς ῥήτορας ἀσκήσεως Λιβάνιον, ᾿Ανδραγάθιον δὲ τῶν περὶ φιλοσοφίας λόγων. προσδοκηθεὶς δὲ δίκας ἀγορεύσειν καὶ τοῦτον μετιέναι τὸν βίον, ἐγνώκει τὰς ἱερὰς ἀσκεῖσθαι 8.2.6 βίβλους καὶ κατὰ θεσμὸν τῆς ἐκκλησίας φιλοσοφεῖν. ταύτης δὲ τῆς φιλοσοφίας διδασκάλους ἔσχε τοὺς τότε προεστῶτας τῶν τῇδε περιφανῶν ἀσκητηρίων, Καρτέριόν τε καὶ ∆ιόδωρον τὸν ἡγησάμενον τῆς ἐν Ταρσῷ ἐκκλησίας· ὃν ἐπυθόμην ἰδίων συγγραμμάτων πολλὰς καταλιπεῖν βίβλους, περὶ δὲ τὸ ῥητὸν τῶν ἱερῶν λόγων τὰς ἐξηγήσεις ποιήσασθαι, τὰς θεωρίας ἀποφεύγοντα. 8.2.7 οὐ μόνος δὲ παρὰ τούτους ἐφοίτα, ἔπεισε δὲ τῆς αὐτῆς γνώμης εἶναι ἑταίρους αὐτῷ γενομένους ἐκ τῆς Λιβανίου διατριβῆς Θεόδωρόν τε καὶ Μάξιμον· ὧν ὁ μὲν ὕστερον ἐπίσκοπος ἐγένετο Σελευκείας τῆς ᾿Ισαύρων, Μόμψου δὲ ἑστίας τῆς Κιλίκων Θεόδωρος, ἀνὴρ καὶ τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης 8.2.8 παιδείας ῥητόρων τε καὶ φιλοσόφων ἱκανῶς ἐπιστήμων. ἀλλ' οὗτος μέν, ἡνίκα τὴν ἀρχὴν ἐνέτυχε τοῖς θείοις νόμοις καὶ ἱεροῖς ἀνδράσιν ὡμίλησεν, ἐπῄνεσε ταύτην τὴν ἀγωγὴν καὶ κατέγνω τῶν ἀστικῶν· οὐ διήρκεσε δὲ τὴν αὐτὴν προθυμίαν ἔχων, μεταμεληθεὶς δὲ πρὸς τὸν πρότερον βίον