173
εἵλκετο. 8.2. οἷα δὲ εἰκὸς ἐναντίοις λογισμοῖς κοσμήσας τὸ σπουδαζόμενον ἐκ παλαιῶν ὑποδειγμάτων (ἦν γὰρ πολυΐστωρ) εἰς τὴν πόλιν ἐπανῆλθεν, ἄμεινον, ὡς ἐνόμισε, τοῦτο κρίνας οὗπερ ἐπεθύμει τυχεῖν. μαθὼν δὲ ᾿Ιωάννης ἐν πράγμασιν αὐτὸν εἶναι καὶ περὶ γάμον σπουδάζειν, θειοτέραν ἢ κατὰ νοῦν ἀνθρώπου φράσει καὶ νοήμασι συντάξας ἐπιστολὴν διεπέμψατο πρὸς αὐτόν. 8.2.10 ὁ δὲ ταύτῃ ἐντυχὼν μετεμελήθη· αὖθίς τε τὴν οὐσίαν καταλιπὼν ἀπειπών τε τῷ γάμῳ ταῖς ᾿Ιωάννου συμβουλαῖς ἐσῴζετο καὶ πρὸς τὸν φιλόσοφον ἐπανῄει βίον· ὥστε μοι δοκεῖ κἀκ τούτου ῥᾴδιον εἶναι συμβαλεῖν ὡς δεινή τις ἐπήνθει πειθὼ τοῖς ᾿Ιωάννου λόγοις. ἐκράτει γὰρ ταύτῃ καὶ τῶν ὁμοίως 8.2.11 λέγειν καὶ πείθειν δυναμένων. ἐντεῦθεν δὲ καὶ τὸ πλῆθος ᾕρει καὶ μάλιστα καθὸ πολὺς ἦν καὶ ἐπ' ἐκκλησίας φανερῶς διελέγχων τοὺς ἁμαρτάνοντας καὶ πρὸς τοὺς ἀδικοῦντας, ὡς αὐτὸς ἠδικημένος, σὺν παρρησίᾳ ἀγανακτῶν. τοῦτο δὲ τοῖς μὲν πολλοῖς εἰκότως χάριεν ἐτύγχανεν, λυπηρὸν δὲ τοῖς πλουσίοις καὶ δυναμένοις, παρ' οἷς τὰ πολλὰ τῶν ἁμαρτημάτων ἐστίν. 8.2.12 ᾿Επίσημος οὖν τοῖς μὲν εἰδόσι τῇ πείρᾳ, τοῖς δὲ ἀγνοοῦσι τῇ φήμῃ ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων γενόμενος ἀνὰ πᾶσαν τὴν ῾Ρωμαίων ὑπήκοον, ἔδοξε Κωνσταντινουπόλεως ἐπιτήδειος εἶναι τῆς ἐκκλησίας ἐπισκοπεῖν. 8.2.13 ψηφισαμένων δὲ τοῦτο τοῦ λαοῦ καὶ τοῦ κλήρου καὶ ὁ βασιλεὺς συνῄνει καὶ τοὺς ἄξοντας αὐτὸν πέπομφε. συνεκάλει δὲ καὶ σύνοδον, καὶ τούτῳ σεμνο8.2.14 τέραν τὴν χειροτονίαν δεικνύς. οὐκ εἰς μακρὰν δὲ τὰ βασιλέως γράμματα δεξάμενος ᾿Αστέριος ὁ τῆς ἕω ἡγούμενος ἐδήλωσεν ᾿Ιωάννῃ παραγενέσθαι πρὸς αὐτόν, ὡς περί του δεησόμενος· ἐλθόντα δὲ αὐτίκα εἰς ὄχημα σὺν αὐτῷ ἀνεβίβασε καὶ σπουδῇ ἐλάσας ἧκεν εἰς Πάγρας, σταθμὸν οὕτω καλού8.2.15 μενον. ἐνταῦθα δὲ παραδοὺς αὐτὸν τοῖς ἐκ βασιλέως ἀποσταλεῖσιν ἀνέστρεψεν. ἔδοξε δὲ τὰ περὶ τούτου καλῶς διῳκηκέναι, πρὶν ᾿Αντιοχέας μαθεῖν, χαλεπούς τε περὶ στάσεις καὶ δήλους ὄντας ὡς οὔποτε ἂν ἑκόντες 8.2.16 ᾿Ιωάννου ἀπηλλάγησαν, πρὶν παθεῖν τι ἢ δρᾶσαι. ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο καὶ οἱ κληθέντες ἱερεῖς συνεληλύθεσαν, ἐμποδὼν ἐγίνετο τῇ χειροτονίᾳ Θεόφιλος, ᾿Ισιδώρῳ σπουδάζων· ὃς πρεσβύτερος ἦν τότε τῶν ὑπ' αὐτόν, ἐπίτροπος δὲ τῶν ἐν ᾿Αλεξανδρείᾳ ξένων καὶ πτωχῶν, ἐκ νέου δὲ ἀνὰ τὴν Σκῆτιν ἄριστα ἐφιλοσόφησεν, ὡς παρ' ἀνδρῶν αὐτῷ συγγενο8.2.17 μένων ἐπυθόμην. οἱ δέ φασι Θεοφίλῳ τοῦτον γενέσθαι φίλον ὡς κοινωνὸν καὶ συνίστορα πράγματος ἐπικινδύνου γενόμενον. λέγουσι γὰρ ὡς, ἡνίκα ὁ πρὸς Μάξιμον συνίστατο πόλεμος, δῶρα δοὺς αὐτῷ Θεόφιλος καὶ γράμματα πρὸς τὸν βασιλέα καὶ τὸν τύραννον ἐνετείλατο καταλαβεῖν τὴν ῾Ρώμην καὶ περιμεῖναι τῆς μάχης τὴν ἀπόβασιν καὶ τῷ νικήσαντι διδόναι μετὰ τῶν 8.2.18 γραμμάτων τὰ δῶρα. τὸν δὲ τάδε ποιήσαντα μὴ διαλαθεῖν, δείσαντά τε φυγάδα εἰς ᾿Αλεξάνδρειαν ἐπανελθεῖν· ἐξ ἐκείνου δὲ Θεόφιλον τῶν αὐτῷ πιστοτάτων τὸν ἄνδρα ποιησάμενον εἰς καιρὸν νομίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων ἀποτῖσαι τὴν ἀμοιβήν, εἰ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον αὐτὸν 8.2.1 καταστήσειεν. ἀλλ' εἴτε ἐντεῦθεν εἴτε ὡς ἄνδρα ἀγαθὸν χειροτονεῖν τοῦτον ἐβούλετο Θεόφιλος, τελευτῶν συνῄνεσε τοῖς ἐπὶ ᾿Ιωάννῃ δεδογμένοις, ἀτεχνῶς ταύτῃ τῇ χειροτονίᾳ σπουδάζοντα δείσας Εὐτρόπιον τὸν τότε προεστῶτα τοῦ βασιλέως οἴκου· ὅν φασιν ἄντικρυς αὐτῷ ἀπειλῆσαι ἢ ταὐτὰ τοῖς ἄλλοις ἱερεῦσιν ἐπιψηφίσασθαι ἢ τοῖς ἐγκαλεῖν βουλομένοις ἀπολογήσασθαι. ἔτυχον γὰρ αὐτὸν πολλοὶ τότε παρὰ τῇ συνόδῳ γραψάμενοι. 8.3.1 ῾Ο δὲ ᾿Ιωάννης ἐπὶ τῆς ἐπισκοπῆς γενόμενος πρότερον διορθοῦσθαι τοὺς βίους τῶν ὑπ' αὐτὸν κληρικῶν ἐσπούδαζεν, προόδους τε αὐτῶν καὶ δίαιταν καὶ τὴν ἄλλην ἀγωγὴν πολυπραγμονῶν ἤλεγχέ τε καὶ ἐπέστρεφε, τοὺς δὲ καὶ τῆς ἐκκλησίας ἐξώθει· ἐλεγκτικὸς γὰρ ὢν φύσει καὶ κατὰ τῶν ἀδικούντων ἐν δίκῃ ἀγανακτῶν ἔτι μᾶλλον ἐν τῇ ἐπισκοπῇ ἐπέδωκε τούτοις 8.3.2 τοῖς παθήμασιν. ἡ γὰρ φύσις ἐξουσίας ἐπιλαβομένη ῥᾳδίως πρὸς