175
ἐπακούοντος αὐτοῦ τε Γαϊνᾶ παρόντος πολὺν κατέχεε λόγον, πατρίδα τε καὶ φυγὴν ὀνειδίζων, καὶ ὡς τῷ βασιλέως πατρὶ τότε σωθεὶς ὤμοσεν ἦ μὴν ῾Ρωμαίοις εὐνοεῖν αὐτῷ τε καὶ τοῖς αὐτοῦ παισὶ καὶ νόμοις, οὓς ἀκύρους ἐπιχειρεῖ ποιεῖν. 8.4. καὶ τάδε λέγων ἐδείκνυ τὸν νόμον, ὃν Θεοδόσιος ἔθετο τοὺς ἑτεροδόξους εἴργων ἔνδον τειχῶν ἐκκλησιάζειν. ἐκ τούτου δὲ πρὸς τὸν βασιλέα τρέψας τὸν λόγον ἔπεισε τὸν τεθέντα νόμον κατὰ τῶν ἄλλων αἱρέσεων κύριον φυλάττειν, ἄμεινον εἶναι συμβουλεύων τῆς βασιλείας παραχωρεῖν ἢ προ8.4.10 δότην οἴκου θεοῦ γενόμενον ἀσεβεῖν. καὶ ὁ μὲν ἀνδρείως ὧδε παρρησιασάμενος οὐδὲν συνεχώρησε νεωτερισθῆναι περὶ τὰς ὑπ' αὐτὸν ἐκκλησίας. ὁ δὲ Γαϊνᾶς ἐπιορκεῖν ἤδη διενοεῖτο καὶ τὴν πόλιν πορθεῖν, ἡνίκα δὴ ταύτην τὴν ἐπιβουλὴν προεμήνυσε κομήτης ἐπὶ τῆς πόλεως φανεὶς μέγιστος, εἰς αὐτὴν σχεδὸν τὴν γῆν διήκων καὶ οἷος πρότερον μὴ γεγενῆσθαι λέγεται. 8.4.11 ἐπειρᾶτο δὲ πρῶτον τοῖς ἀργυροπωλείοις ἐπιθέσθαι, πλῆθος χρημάτων ἐντεῦθεν συλλέγειν ἐλπίσας· φήμης δὲ γενομένης, ὅτι τάδε βεβούλευται, καὶ τῶν ἀργυροπωλῶν τὸν πρόχειρον πλοῦτον ἀποκρυψαμένων καὶ τὸν ἐπὶ τῶν τραπεζῶν ἄργυρον οὐκέτι συνήθως δημοσίᾳ προτιθέντων, ἐν νυκτὶ πλῆθος 8.4.12 ἐπιπέμψας βαρβάρων ἐνετείλατο τὰ βασίλεια ἐμπιπρᾶν. οἱ δὲ ἄπρακτοι καὶ κατεπτηχότες ἀνέστρεφον. ὡς γὰρ πλησίον ἐγένοντο, πλῆθος ὁπλιτῶν ἐν μεγάλοις σώμασιν ἔδοξαν ὁρᾶν, ὑπονοήσαντες δὲ νέηλυν εἶναι στρα8.4.13 τιὰν ἤγγειλαν τῷ Γαϊνᾷ. ὁ δέ-ἠπίστατο γὰρ τῶν εἰωθότων μὴ πλείους τῇ πόλει ἐνδημεῖν στρατιώτας-οὐκ ἠξίου τοῖς λεγομένοις πιστεύειν. ἐπεὶ δὲ καὶ τῆς ἐχομένης νυκτὸς ἀποσταλέντες ἕτεροι ταὐτὰ τοῖς πρότερον 8.4.14 ἤγγειλαν, αὐτὸς ἐλθὼν αὐτόπτης ἐγένετο τοῦ παραδόξου θεάματος. νομίσας τε αὐτοῦ χάριν συνεληλυθέναι τοὺς ἐκ τῶν ἄλλων πόλεων στρατιώτας καὶ νύκτωρ μὲν φρουρεῖν τὴν πόλιν καὶ τὰ βασίλεια, ἐν ἡμέρᾳ δὲ λανθάνειν, σκήπτεται δαιμονᾶν· ὡς εὐξόμενός τε καταλαμβάνει τὴν ἐκκλησίαν ἣν ἐπὶ τιμῇ ᾿Ιωάννου τοῦ βαπτιστοῦ ὁ τοῦ βασιλέως πατὴρ ᾠκοδόμησε πρὸς τῷ 8.4.15 ῾Εβδόμῳ. τῶν δὲ βαρβάρων οἱ μὲν ἔνδον ἔμενον, οἱ δὲ Γαϊνᾷ συνεξῄεσαν. λάθρα δὲ συνεξῆγον ὅπλα ἐν γυναικείοις ὀχήμασι καὶ κεράμους βελῶν· ἐπεὶ δὲ ἐφωράθησαν, τοὺς φύλακας τῶν πυλῶν ἀναιροῦσι πειραθέντας κωλῦσαι τὴν τῶν ὅπλων ἐκκομιδήν. ἐκ τούτου δὲ ταραχῆς καὶ θορύβων ἀνάπλεως 8.4.16 ἡ πόλις ἐγένετο ὡς αὐτίκα ἁλωσομένη. ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. ὁ γὰρ βασιλεὺς μηδὲν μελλήσας τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε, τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεθῆναι προσ8.4.17 έταξεν. ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται ἀναιροῦσι τοὺς πλείους, τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν· ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο 8.4.18 τῶν πυλῶν κεκλεισμένων. ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον καὶ τὸν ῾Ελλήσποντον περαιοῦσθαι ἐσπούδαζε. διενοεῖτο γὰρ ὡς, εἰ τῆς ἀντιπέρας ᾿Ασίας κρατήσειεν, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ' ἑαυτὸν ποιήσει. παρ' ἐλπίδας δὲ αὐτῷ καὶ 8.4.1 τάδε ἀπήντα θείᾳ ῥοπῇ κἀνταῦθα τῶν ῾Ρωμαίων χρησαμένων. παρῆν μὲν γὰρ στρατιὰ κατὰ γῆν τε καὶ θάλασσαν παρὰ βασιλέως ἀπεσταλμένη, ἧς ἡγεῖτο Φραβίτας, ἀνὴρ βάρβαρος τὸ γένος, ἀγαθὸς δὲ τὸν τρόπον καὶ στρατηγικός. οἱ δὲ βάρβαροι ναῦς μὴ ἔχοντες ἐπὶ σχεδιῶν ἐπειρῶντο διεκπλεῖν τὸν ῾Ελλήσποντον πρὸς τὴν ἀντικρὺ ἤπειρον. ἐξαπίνης δὲ πολὺς ἐπιπνεύσας ζέφυρος τὰς σχεδίας διέλυσε σὺν βίᾳ καὶ κατὰ τούτων τὰς ῾Ρω8.4. μαίων ναῦς ἤλαυνεν. τῶν δὲ βαρβάρων οἱ πλείους μὲν αὐτοῖς ἵπποις ὑποβρύχιοι ἐγένοντο, οἱ δὲ ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθησαν. ὁ δὲ Γαϊνᾶς ἅμα ὀλίγοις περισωθεὶς τότε, οὐ πολλῷ ὕστερον ἀνὰ τὴν Θρᾴκην ἀλώμενός τε καὶ φεύγων ἑτέρᾳ στρατιᾷ περιέπεσε καὶ σὺν τοῖς ἀμφ' αὐτὸν βαρβάροις 8.4.21 ἀπώλετο. τοῦτο τῶν Γαϊνᾶ τολμημάτων