176
καὶ τοῦ βίου τὸ τέλος. ὁ δὲ Φραβίτας λαμπρῶς ἐν ταύτῃ τῇ μάχῃ διαγενόμενος χειροτονεῖται ὕπατος. ἐν δὲ τῷ τότε αὐτοῦ καὶ Βικεντίου ὑπατευόντων τίκτεται τῷ βασιλεῖ παῖς τῷ πάππῳ ὁμώνυμος· ἀρχομένης δὲ τῆς ἑξῆς ὑπατείας ἀναγορεύεται Σεβαστός. 8.5.1 ᾿Ιωάννης δὲ ἄριστα τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν ἐπιτροπεύων πολλοὺς μὲν ἐκ τῶν ῾Ελλήνων, πολλοὺς δὲ τῶν αἱρέσεων ἐπήγετο. συνέρρει δὲ πρὸς αὐτὸν ἑκάστοτε πληθὺς τῶν μὲν ἐπ' ὠφελείᾳ ἀκουσομένων, τῶν δὲ ἀπόπειραν ληψομένων· ἅπαντάς τε ᾕρει καὶ τὰ αὐτὰ δοξάζειν αὐτῷ περὶ 8.5.2 τὸ θεῖον ἔπειθε. τοσοῦτον δὲ πρὸς αὐτὸν τὸ πλῆθος ἐκεχήνεσαν καὶ τῶν αὐτοῦ λόγων κόρον οὐκ εἶχον, ὥστε, ἐπεὶ ὠστιζόμενοι καὶ περιθλίβοντες ἀλλήλους ἐκινδύνευον, ἕκαστος προσωτέρω ἰέναι βιαζόμενος ὅπως ἐγγὺς παρεστὼς ἀκριβέστερον αὐτοῦ λέγοντος ἀκούοι, μέσον ἑαυτὸν πᾶσι παρέχων 8.5.3 ἐπὶ τοῦ βήματος τῶν ἀναγνωστῶν καθεζόμενος ἐδίδασκεν. ἐν καιρῷ δέ μοι δοκεῖ τὸ συμβὰν ἐπὶ αὐτοῦ θαῦμα συμπεριλαβεῖν τῇ γραφῇ. ἀνήρ τις τῆς Μακεδονίου αἱρέσεως τοιαύτῃ γυναικὶ συνῴκει· περιτυχὼν δὲ αὐτῷ διδάσκοντι, ὅπως χρὴ περὶ θεοῦ δοξάζειν, ἐπαινέτης ἦν τοῦ δόγματος καὶ τὴν γυναῖκα ὁμοφρονεῖν αὐτῷ παρεκάλει. ἐπεὶ δὲ τῇ πρὸ τούτου συνηθείᾳ καὶ ταῖς ὁμιλίαις τῶν γνωρίμων γυναικῶν ἥττητο καὶ πολλάκις νουθετῶν ὁ ἀνὴρ οὐδὲν ἤνυεν, «εἰ μή», φησί, «κοινωνήσεις μοι τῶν θείων, οὐδὲ τοῦ 8.5.4 βίου κοινωνὸς ἔσῃ μοι τοῦ λοιποῦ.» ἐνταῦθα δὲ ἡ γυνὴ συνθεμένη τοῦτο ποιεῖν κοινοῦταί τινι τῶν θεραπαινίδων, ἣν ἡγεῖτο πιστήν, καὶ παραλαμβάνει συνεργὸν εἰς ἀπάτην τοῦ ἀνδρός. περὶ δὲ τὸν καιρὸν τῶν μυστηρίων (ἴσασι δὲ οἱ μεμυημένοι ὃ λέγω) ἡ μὲν ὅπερ ἐδέξατο κατέχουσα ὡς εὐξομένη ἐπέκυψε· παρεστῶσα δὲ αὐτῇ ἡ θεράπαινα λάθρα δέδωκεν ὃ μετὰ χεῖρας ἦλθε φέ8.5.5 ρουσα· τὸ δὲ πρὸς τοῖς ὀδοῦσι λίθος ἐπήγνυτο. περιδεὴς δὲ γενομένη ἡ γυνή, μή τι πάθοι ἀποκρύπτουσα θεῖον οὕτω πρᾶγμα ἐπ' αὐτῇ συμβάν, δρομαία ἐπὶ τὸν ἐπίσκοπον ἐλθοῦσα ἑαυτὴν κατεμήνυσε· καὶ τὸν λίθον ἐπέδειξεν εἰκόνα φέροντα τοῦ δήγματος, ἀγνῶτα δὲ τὴν ὕλην καὶ παράξενόν τι δεικνύντα χρῶμα· σὺν δάκρυσί τε συγγνώμην αἰτήσασα ὁμοφρονοῦσα τῷ 8.5.6 ἀνδρὶ συνῆν. ἀλλὰ τάδε μὲν εἴ τῳ μὴ πιθανὰ εἶναι δοκεῖ, μάρτυς αὐτὸς ὁ λίθος εἰσέτι νῦν ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας Κωνσταντινουπόλεως φυλαττόμενος. 8.6.1 ῾Ο δὲ ᾿Ιωάννης πυθόμενος ὑπὸ ἀναξίων τὰς ἐν ᾿Ασίᾳ καὶ πέριξ ἐκκλησίας ἐπιτροπεύεσθαι καὶ τοὺς μὲν λήμμασι καὶ δωροδοκίαις, τοὺς δὲ χάριτι ὑπαγομένους τὰς ἱερωσύνας ἀπεμπολεῖν, ἧκεν εἰς ῎Εφεσον· καθελών τε δέκα καὶ τρεῖς ἐπισκόπους, τοὺς μὲν ἐν Λυκίᾳ καὶ Φρυγίᾳ, τοὺς δὲ ἐν αὐτῇ 8.6.2 τῇ ᾿Ασίᾳ, <ἑτέρους> ἀντ' αὐτῶν κατέστησε, τῆς δὲ ᾿Εφεσίων ἐκκλησίας (ἔτυχε γὰρ ὁ τότε ἐνθάδε ἐπισκοπῶν τελευτήσας) ῾Ηρακλείδαν ἄνδρα Κύπριον τὸ γένος, διάκονον τῶν ὑπ' αὐτὸν μοναχῶν τῶν ἐκ τῆς Σκήτεως, Εὐαγρίου τοῦ μοναχοῦ μαθητήν. οὐ μὴν ἀλλὰ καὶ Γερόντιον ἐξεώσατο τῆς Νικομηδέων 8.6.3 ἐκκλησίας. οὗτος γὰρ ὑπὸ ᾿Αμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνου διακονούμενος, οὐκ οἶδ' ὅ τι παθών, ἀλλ' ἢ τερατευόμενος ἢ δαιμονίου σπουδῇ καὶ φαντασίαις ὑπαχθείς, νύκτωρ ἔφη τισὶν ὀνοσκελίδα συλλαβόμενος ξυρῆσαι τὴν κεφαλὴν καὶ μυλωνίῳ ἐμβαλεῖν· ὡς ἀνάξια δὲ διακόνου θεοῦ φθεγξάμενον ἐκέλευσεν ᾿Αμβρόσιος τέως καθ' ἑαυτὸν εἶναι καὶ μετανοίᾳ καθαί8.6.4 ρεσθαι. ὁ δὲ ἰατρὸς ὢν ἄριστος καὶ ἀοκνότατος λέγειν τε καὶ πείθειν καὶ φίλους περιποιεῖν ἱκανός, ὡς ἐπεγγελῶν ᾿Αμβροσίῳ ἧκεν εἰς Κωνσταντινούπολιν. ἐν ὀλίγῳ τε χρόνῳ τινὰς τῶν ἐν τοῖς βασιλείοις δυναμένων ποιεῖται 8.6.5 φίλους, καὶ μετ' οὐ πολὺ ἐπιτρέπεται τὴν Νικομηδέων ἐπισκοπήν. ἐχειροτόνησε δὲ αὐτὸν ῾Ελλάδιος ὁ Καισαρέων Καππαδοκῶν ἐπίσκοπος, ἀμειβόμενος καθότι παιδὶ αὐτοῦ πρόξενος λαμπρᾶς στρατείας ἐν τοῖς βασιλείοις ἐγένετο. μαθὼν δὲ τάδε ᾿Αμβρόσιος ἔγραψε Νεκταρίῳ τῷ προϊσταμένῳ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ἀφελέσθαι Γεροντίου τὴν ἱερωσύνην 8.6.6 καὶ