177
μὴ περιιδεῖν αὐτὸν ὑβρισμένον καὶ τὴν ἐκκλησιαστικὴν τάξιν. Νεκταρίῳ δὲ καὶ μάλα τοῦτο σπουδάσαντι γέγονεν ἀνήνυτον πανδημεὶ τῶν Νικομηδέων ἀνδρικῶς ἀντιστάντων. ὁ δὲ ᾿Ιωάννης καθελὼν αὐτὸν ἐχειροτόνησε Πανσόφιον· ὃς παιδαγωγὸς ἐγεγόνει τῆς τοῦ βασιλέως γαμετῆς, εὐλαβὴς δὲ καὶ τὸ ἦθος μέτριός τε καὶ πρᾶος, οὐ μὴν Νικομηδεῦσι καταθύμιος. 8.6.7 στασιάσαντες γοῦν πολλάκις κοινῇ τε καὶ πρὸς ἕκαστον ἀπηριθμοῦντο τὰς Γεροντίου εὐεργεσίας καὶ τὴν ἐκ τῆς ἐπιστήμης ἄφθονον χρείαν καὶ τὸ περὶ πάντας ἐπίσης πλουσίους τε καὶ πένητας ἄοκνον. τούτοις δὲ καὶ τὰς ἄλλας 8.6.8 ἀρετὰς προσετίθεσαν, οἷά γε εἰκὸς φιλοῦντας. καὶ ὡς ἐπὶ σεισμοῖς ἢ αὐχμοῖς ἢ ἄλλαις τισὶ θεομηνίαις περιιόντες ἐν ταῖς ἀγυιαῖς ἀνὰ τὴν πατρίδα τὴν ἑαυτῶν καὶ τὴν Κωνσταντινούπολιν ἔψαλλον καὶ ἱκέτευον τὸν θεὸν ἐπίσκοπον αὐτὸν ἔχειν. τὸ δὲ τελευταῖον βιασθέντες τοῦ μὲν ἀπηλλάγησαν σὺν 8.6. πένθει καὶ ὀδυρμοῖς, τὸν δὲ μετὰ δέους καὶ μίσους ἐδέξαντο. ἐντεῦθεν δὲ οἱ καθαιρεθέντες καὶ οἱ τούτων ἐπιτήδειοι ἐπῃτιῶντο ᾿Ιωάννην, ὡς ἀρχηγὸς νεωτερισμοῦ ταῖς ἐκκλησίαις ἐγένετο καὶ τὰ δίκαια τῶν χειροτονιῶν παρὰ τοὺς πατρίους νόμους ἐκαινοτόμησεν, ὑπὸ δὲ λύπης καὶ τὰ λόγου ἄξια αὐτῷ πεπραγμένα κατὰ τὰς τῶν πολλῶν δόξας διέβαλλον· ἀμέλει τοι καὶ τὸ ἐπὶ Εὐτροπίῳ τότε συμβὰν ἐνεμέσων. 8.7.1 Οὗτος γὰρ μείζων ὢν τῶν βασιλέως εὐνούχων μόνος καὶ πρῶτος ὧν 8.7.2 ἴσμεν ἢ ἀκηκόαμεν ὑπάτου καὶ πατρὸς βασιλέως ἀξίᾳ ἐτιμήθη. ἐπὶ δὲ τῆς παρούσης δυνάμεως οὐκ ἐννοήσας τὸ μέλλον καὶ τὰς συμβαινούσας ἐν τοῖς ἀνθρωπείοις πράγμασι μεταβολὰς ἐπεχείρει τῆς ἐκκλησίας ἀφέλκειν ἱκέτας θεοῦ δι' αὐτὸν ἐνθάδε διατρίβοντας, καὶ μάλιστα Πενταδίαν τὴν Τιμασίου γαμετήν· ὃν στρατηγὸν δυνατὸν καὶ φοβερώτατον γενόμενον εἰς τὴν κατ' Αἴγυπτον ῎Οασιν ἀιδίῳ φυγῇ ἐζημίωσε τυραννίδος ἐπαγαγὼν αἰτίαν· ἀλλ' ἐκεῖνος μὲν ἢ δίψει πιεζόμενος, ὥς τινων ἐπυθόμην, ἢ δεδιὼς μή τι 8.7.3 χεῖρον ὑπομείνῃ, ἐν ταῖς αὐτόθι ψάμμοις ἀλώμενος ηὑρέθη νεκρός. Εὐτροπίου δὲ σπουδῇ τίθεται νόμος προστάττων μηδαμῇ μηδένα εἰς ἐκκλησίαν καταφυγεῖν, ἐξελαύνεσθαί τε καὶ τοὺς ἤδη προσπεφευγότας. οὐκ εἰς μακρὰν δὲ ὡς εἰς τὴν βασιλέως γαμετὴν ὑβρίσας ἐπιβουλευθεὶς πρῶτος αὐτὸς παρέβη τὸν νόμον καὶ ἀποδρὰς ἐκ τῶν βασιλείων ἱκέτης τὴν ἐκκλησίαν κατέλαβεν· 8.7.4 ἡνίκα δὴ λαμπρόν τινα κατ' αὐτοῦ ὑπὸ τὴν ἱερὰν τράπεζαν κειμένου κατέτεινε 8.7.4 λόγον ᾿Ιωάννης, τῶν μὲν ἐν δυνάμει τὴν ὀφρῦν κατασπῶν, τῷ δὲ λαῷ δεικνὺς ὡς οὐδὲν τῶν ἀνθρωπίνων ἐν ταὐτῷ μένειν φιλεῖ. οἵ γε μὴν ἀπεχθανόμενοι πρὸς αὐτὸν καὶ τοῦτο διέβαλλον, ὡς ἐλεεῖν δέον τὸν περὶ ψυχῆς κινδυ8.7.5 νεύοντα ἤλεγχεν ἐπεμβαίνων ταῖς αὐτοῦ συμφοραῖς. ἀλλ' Εὐτρόπιος μὲν τῆς ἀσεβοῦς ταύτης ἐπιχειρήσεως ἀνέπλησε τὴν δίκην τὴν κεφαλὴν ἀποτμηθείς· καὶ ὁ τεθεὶς νόμος ἄρδην ἐκ τῶν δημοσίων ὑπομνημάτων ἠφανίσθη. 8.7.6 ἡ δὲ ἐκκλησία εὖ μάλα διέπρεπεν ὡς τοῦ θεοῦ τιμωροῦ γενομένου ἐν τάχει τῶν κατ' αὐτῆς ἀδικημάτων, καὶ ταῖς περὶ τὸ θεῖον θεραπείαις ἐπεδίδου. προθυμότερόν τε τότε μᾶλλον ὁ Κωνσταντινουπόλεως λαὸς τοῖς ἑωθινοῖς καὶ νυκτερινοῖς ὕμνοις ἐχρῆτο κατὰ πρόφασιν τοιάνδε. 8.8.1 ᾿Επεὶ γὰρ οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως, ἀφαιρεθέντες τῶν ἐν τῇ πόλει ἐκκλησιῶν ἐπὶ τῆς Θεοδοσίου βασιλείας, πρὸ τῶν τειχῶν ἐκκλησίαζον, νύκτωρ πρότερον ἐν ταῖς δημοσίαις στοαῖς συνελέγοντο καὶ εἰς συστήματα μεριζόμενοι κατὰ τὸν τῶν ἀντιφώνων τρόπον ἔψαλλον, ἀκροτελεύτια συντιθέντες πρὸς τὴν αὐτῶν δόξαν πεποιημένα. ὑπὸ δὲ τὴν ἕω τάδε δημοσίᾳ 8.8.2 ψάλλοντες εἰς τοὺς τόπους ἀπῄεσαν ἔνθα καὶ ἐκκλησίαζον. ἐποίουν δὲ ὧδε ἐν ταῖς ἐπισήμοις ἑορταῖς καὶ τῇ πρώτῃ καὶ τελευταίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ. τελευτῶντες δὲ καὶ πρὸς ἔριν τὰς ᾠδὰς συνετίθεσαν, «ποῦ εἰσιν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν» καὶ ἕτερα τοιάδε τοῖς ὕμνοις ἀναμιγνύντες. 8.8.3 δείσας δὲ ᾿Ιωάννης, μή τινες τούτοις ὑπαχθῶσι τῶν ὑπ' αὐτὸν ἐκκλησιαζόντων, ἐπὶ τὸν ἴσον τρόπον τῆς