179
τυχὼν ᾿Ιωάννου, πολλάκις ἐπὶ τῆς ἐκκλησίας λέγων ἐθαυμάζετο, καὶ ἐν τιμῇ ἦν καὶ πολλοῖς <τῶν> ἐν δυνάμει καὶ αὐτῷ βασιλεῖ καὶ τῇ βασιλίδι γνώριμος ἐγένετο. 8.10.3 ἡνίκα δὲ ᾿Ιωάννης εἰς τὴν ᾿Ασίαν ἀπεδήμησε, τὴν ἐκκλησίαν αὐτῷ παρέθετο· κολακείαις γὰρ αὐτὸν περιέποντα φίλον εἶναι σπουδαῖον ἐνόμισεν. ὁ δὲ πλέον ἐπεμελεῖτο τοῖς ἀκροαταῖς χαρίζεσθαι καὶ τὸν λαὸν τοῖς λόγοις ἥδειν. ᾿Ιωάννης δὲ τάδε πυθόμενος ἐζηλοτύπησε μέν, ὥς φασι, Σαραπίωνος αὐτὸν ἐπὶ 8.10.4 τούτοις παρακινοῦντος. ἐπεὶ δὲ ἐκ τῆς ᾿Ασίας ἐπανῆλθεν, ἔτυχέν που παριὼν Σευηριανός· ἰδὼν δὲ αὐτὸν Σαραπίων οὐκ ἐξανέστη ἐπίτηδες τοῖς παροῦσιν ἐνδεικνύμενος ὡς ὑπερφρονεῖ τὸν ἄνδρα. ὁ δὲ πρὸς τοῦτο χαλεπήνας ἀνεβόησεν· «εἰ Σαραπίων ἀποθάνοι κληρικός, Χριστὸς οὐκ ἐνηνθρώπη8.10.5 σεν.» ἐπὶ τούτοις δὲ κατηγορηθεὶς παρὰ Σαραπίωνος ἐξηλάθη τῆς πόλεως ὑπὸ ᾿Ιωάννου ὡς ὑβριστὴς καὶ βλάσφημος εἰς θεόν. οἱ μὲν γὰρ ἐπὶ μαρτυρίᾳ τούτων παραχθέντες-ἦσαν δὲ τῶν Σαραπίωνος ἐπιτηδείων-ἀποκρυψάμενοι τὰ εἰρημένα πάντα τουτὶ μόνον εἰρηκέναι ἐμαρτύρησαν, ὡς ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησεν. ᾿Ιωάννης δὲ καὶ τάδε καὶ τἆλλα ἐπῃτιᾶτο· «οὐδὲ γὰρ εἰ Σαραπίων», ἔφη, «κληρικὸς μὴ ἀποθάνοι, παρὰ τοῦτο Χριστὸς οὐκ 8.10.6 ἐνηνθρώπησεν.» ἡ δὲ βασιλέως γαμετή, ἅμα τε ταῦτα ἐγεγόνει, διὰ τῶν Σευηριανοῦ σπουδαστῶν ἔγνω καὶ εὐθὺς αὐτὸν ἐκ Χαλκηδόνος μετεκαλέσατο. ᾿Ιωάννης δὲ καίπερ πολλῶν ἀντιβολούντων παρῃτεῖτο τὴν πρὸς αὐτὸν ὁμιλίαν, εἰσότε δὴ ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τοῖς αὐτοῦ γόνασιν ἐπιθεῖσα Θεοδόσιον τὸν υἱὸν λιπαροῦσά τε καὶ πολλάκις ὁρκοῦσα μόλις αὐτὸν εἰς φιλίαν τῷ Σευηριανῷ συνῆψε. καὶ τὰ μὲν ὧδε ἔγνων. 8.11.1 ᾿Εν τούτῳ δὲ οὐ πολλῷ πρότερον ἀρξαμένη ζήτησις κατὰ τὴν Αἴγυπτον κεκίνητο, εἰ τὸν θεὸν ἀνθρωπόμορφον δοξάζειν δεῖ. ταύτης δὲ τῆς γνώμης οἱ πλείους τῶν τῇδε μοναχῶν ἦσαν, ὑπὸ ἁπλότητος ἀβασανίστως τοὺς ἱεροὺς ἐκλαμβάνοντες λόγους καὶ ὀφθαλμοὺς θεοῦ καὶ πρόσωπον καὶ χεῖρας 8.11.2 καὶ ὅσα τοιαῦτα προσεθισθέντες ἀκούειν. οἱ δὲ τὴν ἐν τοῖς ὀνόμασι κεκρυμμένην διάνοιαν σκοποῦντες ἐναντίως εἶχον, καὶ τοὺς τοιάδε λέγοντας ἄντικρυς βλασφημεῖν εἰς τὸ θεῖον ἔλεγον. καὶ Θεόφιλος δὲ ταύτης ἔχεσθαι τῆς δόξης ἐν ἐκκλησίᾳ παρεκελεύσατο καὶ ἐν ἐπιστολῇ, ἣν ἐξ ἔθους περὶ τῆς πασχαλίας ἑορτῆς ἔγραψεν, ἀσώματον χρῆναι νοεῖν τὸν θεὸν εἰσηγεῖτο καὶ 8.11.3 ἀνθρώπου σχήματος ἀλλότριον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο τοῖς Αἰγυπτίων μοναχοῖς, ἧκον εἰς ᾿Αλεξάνδρειαν· καὶ εἰς ἓν ἀθροισθέντες ἐστασίαζον καὶ ὡς ἀσεβοῦντα τὸν Θεόφιλον ἀνελεῖν ἐβουλεύοντο. ὁ δὲ παραυτίκα φανεὶς ἔτι στασιάζουσιν «οὕτως ὑμᾶς», ἔφη, «εἶδον ὡς θεοῦ πρόσωπον.» 8.11.4 τὸ δὲ ῥηθὲν ἱκανῶς ἐμάλαξε τοὺς ἄνδρας, καὶ τῆς ὀργῆς καθυφέντες «οὐκοῦν», φασίν, «εἰ τάδε ἀληθῶς δοξάζεις, καὶ τὰς ᾿Ωριγένους ἀποκήρυξον βίβλους, ὡς τῶν ἀσκουμένων ταύτας οὕτω φρονεῖν εἰσηγουμένων.» «ἀλλ' ἐμοί», ἔφη, «τοῦτο πάλαι δεδογμένον ἦν, καὶ ποιήσω ὡς ὑμῖν δοκεῖ· μέμφομαι γὰρ οὐχ 8.11.5 ἧττον κἀγὼ τοῖς τὰ ᾿Ωριγένους θαυμάζουσι.» καὶ ὁ μὲν οὕτως βουκολήσας τοὺς μοναχοὺς διέλυσε τὴν στάσιν. 8.12.1 ῎Ισως δ' ἂν καὶ ἥδε ἡ ζήτησις παντελῶς τότε διελύθη, εἰ μὴ πεπαυμένην ἤδη δι' ἔχθραν ἰδίαν ἀνεκίνησε Θεόφιλος ἐπιβουλεύων ᾿Αμμωνίῳ καὶ ∆ιοσκόρῳ Εὐσεβίῳ τε καὶ Εὐθυμίῳ τοῖς ἐπίκλην μακροῖς· οὓς ἀδελφοὺς ὄντας εὐδοκίμους γενέσθαι παρὰ τοῖς ἐν Σκήτει φιλοσοφοῦσιν ἐκ τῶν πρόσ8.12.2 θεν ἔγνωμεν. οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο· τὸν δὲ ∆ιόσκορον καὶ τῆς ῾Ερμουπόλεως ἐπίσκοπον κατέστησεν. εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς ᾿Ισίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν 8.12.3 Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν. οἱ μὲν γάρ φασιν ὡς γυνή τις ἐκ τῆς Μανιχαίων αἱρέσεως μετέθετο πρὸς τὴν καθόλου ἐκκλησίαν· ὡς ἀπερισκέπτως δὲ ταύτης κοινωνησάσης μυστηρίων,