1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

181

ἄνδρας φιλοφρόνως ἐδέξατο καὶ ἐν τιμῇ εἶχε καὶ εὔχεσθαι ἐπ' ἐκκλησίας οὐ διεκώλυε, κοινωνεῖν δὲ μυστηρίων αὐτοῖς οὐχ ἡγήσατο, ὡς οὐ θεμιτὸν πρὸ διαγνώσεως 8.13.4 τοῦτο ποιεῖν. ἔγραψε δὲ Θεοφίλῳ τὴν κοινωνίαν αὐτοῖς ἀποδοῦναι ὡς ὀρθῶς περὶ θεοῦ δοξάζουσιν· εἰ δὲ δίκῃ δέοι κρίνεσθαι τὰ κατ' αὐτούς, ἀποστέλλειν ὃν αὐτῷ δοκεῖ δικασόμενον. ὁ δὲ οὐδὲν ἀντεδήλωσεν· χρόνου δὲ πολλοῦ διαγενομένου προϊούσῃ τῇ βασιλέως γαμετῇ προσῆλθον οἱ περὶ 8.13.5 ᾿Αμμώνιον τὰ κατ' αὐτῶν βεβουλευμένα Θεοφίλῳ μεμφόμενοι. ἡ δὲ ἐπιβουλευθέντας αὐτοὺς ᾔσθετο καὶ τιμῶσα ἔστη· καὶ προκύψασα τοῦ βασιλικοῦ ὀχήματος ἐπένευσε τῇ κεφαλῇ καί «εὐλογεῖτε», ἔφη, «καὶ εὔχεσθε ὑπὲρ τοῦ βασιλέως καὶ ἐμοῦ καὶ τῶν ἡμετέρων παίδων καὶ τῆς ἀρχῆς· ἐμοὶ 8.13.6 δὲ ἐν τάχει μελήσει συνόδου καὶ τῆς Θεοφίλου ἀφίξεως.» καὶ ἡ μὲν τοιάδε ἐσπούδαζε. ψευδοῦς δὲ φήμης ἐν ᾿Αλεξανδρείᾳ κρατούσης, ὡς ἐκοινώνησεν ᾿Ιωάννης τοῖς ἀμφὶ ∆ιόσκορον καὶ προθυμεῖται πάντα βοηθεῖν αὐτοῖς, διενοεῖτο Θεόφιλος, εἴ πῃ δύναιτο, καὶ αὐτὸν ᾿Ιωάννην τῆς ἐπισκοπῆς καθελεῖν. 8.14.1 Ταῦτά τε κατὰ νοῦν κρύπτων καὶ συσκευαζόμενος ἔγραφε κατὰ πόλεις 8.14.1 τοῖς ἐπισκόποις τὰ ᾿Ωριγένους βιβλία κατηγορῶν. λογισάμενος δὲ μέγιστον αὐτῷ συνοίσειν, εἰ κοινωνὸν προσλάβοιτο τῶν σπουδαζομένων, ᾿Επιφάνιον τὸν Σαλαμῖνος τῆς ἐν Κύπρῳ ἐπίσκοπον, ἄνδρα τῶν κατ' αὐτὸν αἰδοῖ βίου ἐπισημότατον, φίλον ἐποιεῖτο, πρότερον αὐτῷ μεμφόμενος ὡς ἀνθρωπόμορ8.14.2 φον τὸν θεὸν δοξάζοντι· ὡς ἐκ μετανοίας δὲ τὴν ὀρθὴν δόξαν ἐπιγνοὺς ὁμοφρονεῖν αὐτῷ ἔγραφε καὶ κατὰ τῶν ᾿Ωριγένους βιβλίων ὡς παραιτίων δογμάτων τοιούτων ἐκίνει διαβολάς. ᾿Επιφάνιος δὲ πάλαι ἀποστρεφόμενος τὰ ᾿Ωρι-8.14.3 γένους συγγράμματα ῥᾳδίως προσέθετο τῇ Θεοφίλου ἐπιστολῇ. καὶ συνελθὼν ἅμα τοῖς ἐν Κύπρῳ ἐπισκόποις ἀπηγόρευσε τὴν ἀνάγνωσιν τῶν ᾿Ωριγένους λόγων. καὶ τὰ δεδογμένα αὐτοῖς γράψας ἄλλοις τε καὶ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ προετρέπετο συνόδους ποιεῖν καὶ ταὐτὰ ψηφί8.14.4 ζεσθαι. συνιδὼν δὲ Θεόφιλος, ὡς οὐδείς ἐστι κίνδυνος ᾿Επιφανίῳ ἕπεσθαι πολλοὺς ἐπαινέτας ἔχοντι καὶ διὰ τὴν ἀρετὴν τοῦ βίου ὅπερ ἂν φρονῇ θαυμάζοντας, παραπλήσια αὐτῷ ἐψηφίσατο σὺν τοῖς ὑπ' αὐτὸν ἐπισκόποις. ὁ δὲ ᾿Ιωάννης τὴν μὲν ἐπὶ τούτοις σπουδὴν οὐκ ἀξίαν ἡγεῖτο λόγου καὶ τὰ 8.14.5 ᾿Επιφανίου καὶ Θεοφίλου γράμματα ἐν δευτέρῳ ἐποιεῖτο. οἱ δὲ δυσμενῶς πρὸς αὐτὸν ἔχοντες τῶν ἐν δυνάμει καὶ τῷ κλήρῳ μαθόντες Θεόφιλον σπουδάζειν αὐτοῦ τὴν καθαίρεσιν ἐπιμελῶς συνέπραττον καὶ σύνοδον γενέσθαι μεγίστην ἐν Κωνσταντινουπόλει παρεσκευάζοντο· καὶ Θεόφιλος δὲ ταῦτα γνοὺς ἔτι μᾶλλον ἠπείγετο καὶ τοὺς μὲν ἐξ Αἰγύπτου ἐπισκόπους ἐκπλεῦσαι ἐκέλευσε, γράφει δὲ ᾿Επιφανίῳ καὶ ἑτέροις τῶν ἀνὰ τὴν ἕω σπουδῇ συνελ8.14.6 θεῖν· αὐτὸς δὲ πεζὸς ἐποιεῖτο τὴν πορείαν. οὐκ εἰς μακρὰν δὲ πρῶτος ᾿Επιφάνιος ἐκπλεύσας ἐκ Κύπρου κατῆρεν εἰς τὸ πρὸ τῆς Κωνσταντινουπόλεως καλούμενον ῞Εβδομον. εὐξάμενος δὲ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ ἧκεν εἰς τὴν πόλιν. ὁ δὲ ᾿Ιωάννης εἰσιόντα αὐτὸν τῇ ὑπαντήσει τοῦ παντὸς κλήρου 8.14.7 ἐτίμησεν. ᾿Επιφάνιος δὲ δῆλος ἦν εἴξας ταῖς κατ' αὐτοῦ διαβολαῖς· προτραπεὶς γὰρ ἐν οἰκήμασιν ἐκκλησιαστικοῖς καταμένειν οὐκ ἠνέσχετο. καὶ ᾿Ιωάννῃ μὲν εἰς ταὐτὸν συνελθεῖν ἀπέφυγεν· ἰδίᾳ δὲ συγκαλῶν τοὺς ἐνδημοῦντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους ἐπεδείκνυ τὰ ψηφισθέντα κατὰ τῶν ᾿Ωριγένους λόγων, καί τινας ἐπιψηφίσασθαι ἔπεισεν· οἱ δὲ πλείους 8.14.8 παρῃτήσαντο. Θεότιμος δὲ ὁ Σκυθίας ἐπίσκοπος καὶ ἄντικρυς ᾿Επιφανίου καθήψατο. οὔτε γὰρ ἔφη ὅσιον εἶναι τὸν πάλαι τετελευτηκότα ὑβρίζειν οὔτε βλασφημίας ἐκτὸς τὴν τῶν παλαιοτέρων διαβάλλειν κρίσιν καὶ τὰ παρ' ἐκείνων δεδοκιμασμένα ἀθετεῖν. ἅμα τε λέγων καὶ βιβλίον τι τῶν ᾿Ωριγένους προκομίσας διεξῄει, καὶ χρειώδη ταῖς ἐκκλησίαις τὰ ἀνεγνωσμένα δείξας «ἄτοπον», ἔφη, «ὑπομένουσιν οἱ ταῦτα