182
διαβάλλοντες· κινδυνεύουσι γὰρ 8.14. ταῦτα ὑβρίζειν, περὶ ὧν οἱ λόγοι.» ὁ δὲ ᾿Ιωάννης δι' αἰδοῦς εἶχεν ἔτι τὸν ᾿Επιφάνιον καὶ παρεκάλει αὐτὸν ἐκκλησιάζειν καὶ σύνοικον ἔχειν. ὁ δὲ οὔτε συνοικεῖν οὔτε συνεύχεσθαι αὐτῷ ἀντεδήλου, εἰ μὴ καταψηφίσηται τῶν ᾿Ωρι8.14.10 γένους λόγων καὶ ∆ιόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐξελάσῃ. ἐπεὶ δὲ ταῦτα πρὸ δίκης ποιεῖν οὐ δίκαιον ἡγεῖτο καὶ ἀνεβάλλετο, μελλούσης ἐπιτελεῖσθαι συνάξεως ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ κατεσκεύαζον οἱ ᾿Ιωάννου δυσμενεῖς προελθεῖν ᾿Επιφάνιον καὶ δημοσίᾳ ἐπὶ τοῦ λαοῦ ἀποκηρύξαι τὰς ᾿Ωριγένους βίβλους καὶ τοὺς ἀμφὶ ∆ιόσκορον ὡς τὰ τούτου φρονοῦντας, ἐν ταὐτῷ δὲ καὶ τὸν ἐπίσκοπον τῆς πόλεως διαβαλεῖν ὡς ἐκείνοις προσκείμενον. καὶ οἱ μὲν τάδε ἐσπούδαζον· ᾤοντο γὰρ οὕτως συγκρούσειν αὐτὸν πρὸς 8.14.11 τὸ πλῆθος. τῇ δὲ ἑξῆς ἐπὶ τοῦτο προελθὼν ᾿Επιφάνιος ἐγγὺς ἤδη τῆς ἐκκλησίας ἐτύγχανεν· ἀπαντήσας δὲ αὐτῷ Σαραπίων παρὰ ᾿Ιωάννου ἀποσταλείς (ᾔσθετο γὰρ τὰ τῇ προτεραίᾳ βεβουλευμένα) ἐμαρτύρατο μήτε δίκαια ποιεῖν μήτε αὐτῷ συμφέροντα, εἰ ταραχῆς ἐν τῷ πλήθει ἢ στάσεως κινηθείσης αὐτὸς κινδυνεύσει ὡς αἴτιος γεγονώς. καὶ ὁ μὲν ὧδε ἀνεκόπη τῆς ἐπὶ τοῦτο ὁρμῆς. 8.15.1 ᾿Εν τούτῳ δὲ συνέβη νοσεῖν τοῦ βασιλέως παιδίον· περιδεὴς δὲ οὖσα ἡ μήτηρ, μή τι πάθοι, πέμψασα πρὸς ᾿Επιφάνιον ἐδεῖτο εὔχεσθαι ὑπὲρ αὐτοῦ. ὁ δὲ ζήσεσθαι τὸν κάμνοντα ὑπέσχετο, εἰ τοὺς ἀμφὶ ∆ιόσκορον αἱρε8.15.2 τικοὺς ὄντας ἀποστραφείη. ἡ δὲ βασιλίς «τὸ μὲν ἐμόν», ἔφη, «παιδίον, εἴ γε δοκεῖ τῷ θεῷ λαμβάνειν, ταύτῃ ἔστω· κύριος γὰρ ὁ δοὺς πάλιν ἀφαιρεῖται· αὐτὸς δὲ εἴπερ οἷός τε ἦς νεκροὺς ἀνεγείρειν, οὐκ ἂν ὁ σὸς ἀρχιδιάκονος τεθνήκει.» ἔτυχε γὰρ οὐ πρὸ πολλοῦ τελευτήσας Κρισπίων, ὃν ἀδελφὸν ὄντα Φούσκωνος καὶ Σαλαμάνου τῶν ἐπὶ Οὐάλεντος δηλωθέντων 8.15.3 μοναχῶν σύνοικον ἔχων ἀρχιδιάκονον ἑαυτοῦ κατέστησεν. οἱ δὲ περὶ ᾿Αμμώνιον (τοῦτο γὰρ αὐτῇ τῇ βασιλίδι ἐδόκει) πρὸς ᾿Επιφάνιον ἦλθον. πυθομένου δὲ αὐτοῦ, τίνες εἶεν, ὑπολαβὼν ᾿Αμμώνιος «οἱ μακροί», ἔφη, «ὦ πάτερ· ἀλλ' εἰ πώποτε μαθηταῖς ἡμετέροις ἢ συντάγμασιν ἐνέτυχες, ἡδέως ἐμάνθανον.» τοῦ δὲ ἀποφήσαντος πάλιν ἤρετο· «πόθεν οὖν αἱρετικοὺς εἶναι 8.15.4 σφᾶς νενόμικας μηδένα ἔλεγχον ἔχων τῆς αὐτῶν γνώμης;» ἀκηκοέναι δὲ ᾿Επιφανίου λέγοντος «ἡμεῖς δέ», ἔφη, «πᾶν τοὐναντίον πεπόνθαμεν· μαθηταῖς τε γὰρ σοῖς ἐνετύχομεν πολλάκις καὶ συγγράμμασιν· ὧν ἐκεῖνό γέ ἐστιν ὁ τὴν ἐπιγραφὴν ᾿Αγκυρωτὸς ἔχων· βουλομένων τε πολλῶν λοιδορεῖσθαι καὶ ὡς αἱρετικὸν διαβάλλειν ὑπερηγωνιζόμεθα ὡς εἰκὸς πατρὸς καὶ ὑπεραπελογούμεθα. οὔκουν ἐχρῆν ἐξ ἀκοῆς ἐρήμην καταδικάζειν, ὧν οὐκ αὐτὸς πεισθεὶς κατέγνως, οὔτε τοιαύτην ἀμοιβὴν τοῖς εὐλογοῦσιν ἀποδοῦναι.» 8.15.5 ὁ δὲ ᾿Επιφάνιος τότε μὲν μετριώτερόν πως προσδιαλεχθεὶς ἀπέπεμπε τοὺς ἄνδρας· οὐ πολλῷ δὲ ὕστερον ἀπέπλευσε εἰς Κύπρον, ἢ τῆς ἐπὶ Κωνσταντινούπολιν ἀφίξεως καταγνοὺς ἢ τοῦ θεοῦ χρήσαντος καὶ τὸν αὐτοῦ θάνατον, ὡς εἰκός, αὐτῷ προμηνύσαντος· πλέων γὰρ πρὶν εἰς Κύπρον ἐλθεῖν 8.15.6 ἐτελεύτησεν. λέγεται γοῦν τοῖς αὐτῷ συνελθοῦσιν ἐπὶ θάλασσαν εἰπεῖν μέλλων ἐπιβαίνειν τοῦ σκάφους· «ἀφίημι ὑμῖν τὴν πόλιν καὶ τὰ βασίλεια 8.15.7 καὶ τὴν ὑπόκρισιν, ἐγὼ δὲ ἄπειμι· σπεύδω γάρ, πάνυ σπεύδω.» κἀκεῖνον δὲ εἰσέτι νῦν πολλῶν ὄντα τὸν λόγον ἐπυθόμην, ὡς ᾿Επιφανίῳ μὲν ᾿Ιωάν-νης τὴν ἐν θαλάσσῃ τελευτὴν προεμήνυσεν, ὁ δὲ ἐκείνῳ τῆς ἐπισκοπῆς τὴν καθαίρεσιν. ἐν ᾧ γὰρ διεφέροντο, ὁ μὲν ἐδήλωσεν ᾿Ιωάννῃ· «ἐλπίζω σε μὴ ἀποθανεῖσθαι ἐπίσκοπον.» ὁ δὲ ᾿Ιωάννης ἀντεδήλου· «οὐδὲ ἐγώ σε τῆς σῆς ἐπιβήσεσθαι πόλεως.» 8.16.1 ᾿Επεὶ δὲ ἀπέπλευσεν ᾿Επιφάνιος, ἐκκλησιάζων ᾿Ιωάννης κοινὸν κατὰγυναικῶν διεξῆλθε ψόγον· αἰνιγματωδῶς δὲ συγκεῖσθαι τοῦτον κατὰ τῆς τοῦ βασιλέως γαμετῆς τὸ πλῆθος ἐδέχετο. οἱ δὲ τοῦ ἐπισκόπου δυσμενεῖς καὶ αὐτὸν τὸν λόγον ἐκλαβόντες τῇ βασιλίδι διεκόμισαν. ἡ δὲ παρὰ τῷ ἀνδρὶ τὴν ὕβριν ἀπωδύρατο καὶ Θεόφιλον θᾶττον