183
παρεῖναι καὶ σύνοδον ποιεῖν 8.16.2 κατήπειγε. συνέπραττε δὲ καὶ συγκατεσκεύαζε ταῦτα καὶ Σευηριανὸς ὁ Γαβαλεὺς οὔπω τῆς προτέρας ἀπαλλαγεὶς λύπης. ἀλλὰ πότερον οὕτως ὡς ἔτυχεν ἐπὶ τοῦτον ὁ ᾿Ιωάννης προήχθη τὸν λόγον ἤ, ὥς τινες λέγουσιν, ὑπονοήσας ὡς ἡ βασιλὶς ἀνέπεισεν ᾿Επιφάνιον ἐπιβουλεύειν αὐτῷ, ἀκριβῶς 8.16.3 οὐκ ἔχω λέγειν. οὐκ εἰς μακρὰν δὲ καὶ Θεόφιλος παρῆν εἰς Χαλκηδόνα τὴν Βιθυνῶν καὶ ἄλλοι πολλῶν πόλεων ἐπίσκοποι, οἱ μὲν ὑπὸ Θεοφίλου προτραπέντες, οἱ δὲ βασιλέως προστάγματι μετακληθέντες. σπουδῇ δὲ μάλιστα συνῄεσαν, ὅσοι τε τῶν ἐν ᾿Ασίᾳ τῆς ἐπισκοπῆς ἀφῄρηντο παρὰ ᾿Ιωάννου καὶ ὅσοι ἄλλοθεν ἄλλος αὐτῷ ἀπηχθάνοντο. ἤδη δὲ καὶ ἐξ Αἰγύπτου 8.16.4 νῆες, ἃς Θεόφιλος περιέμενεν, εἰς Χαλκηδόνα ἀφίκοντο. συνελθόντων δὲ πάντων εἰς ταὐτὸν ἐνθάδε καὶ βουλευόντων, ὅπως αὐτοῖς κατὰ γνώμην προβαίη ἡ κατὰ ᾿Ιωάννου ἐπιχείρησις, Κυρῖνος, ὃς ἡγεῖτο τότε τῆς ἐν Χαλκηδόνι ἐκκλησίας, καὶ κατὰ τὸ συγγενὲς ἴσως Θεοφίλῳ χαριζόμενος (ἦν γὰρ Αἰγύπτιος) καὶ ἄλλως διάφορος ᾿Ιωάννῃ τυγχάνων, πλεῖστα αὐτὸν ἐλοιδόρει. 8.16.5 ταχεῖα δὲ τούτων τῶν ὕβρεων ἔδοξεν αὐτὸν μετιέναι δίκη. Μαρουθᾶς γὰρ ὁ ἐκ Μεσοποταμίας συνὼν τοῖς ἐπισκόποις ἄκων αὐτοῦ θάτερον τοῖν ποδοῖν ἐπάτησεν. ὀδυνηθεὶς δὲ οὐκέτι σὺν τοῖς ἄλλοις ἱερεῦσιν εἰς Κωνσταντινούπολιν ἐπεραιώθη, καίπερ ἀναγκαῖος εἶναι δοκῶν πρὸς τὰς κατὰ ᾿Ιωάννου 8.16.6 ἐπιβουλάς. μετὰ ταῦτα δὲ κακῶς διατεθείς, πολλάκις ὑπὸ τῶν ἰατρῶν ἀπεπρίσθη τὸ σκέλος· ἐπιγενομένη γὰρ σηπεδὼν τὸ πᾶν ἐπενέμετο σῶμα, ὡς καὶ τὸν ἕτερον πόδα ταὐτὸν ὑπομεῖναι τῇ μεταδόσει τοῦ πάθους. ἀλλ' ὁ μὲν οὐ πολλῷ ὕστερον ἐν ταῖς ὀδύναις ἐτελεύτα τὸν βίον. 8.17.1 Περαιωθέντι δὲ Θεοφίλῳ οὐδεὶς τῶν ἐν Κωνσταντινουπόλει κληρικῶν ὑπήντετο· δῆλος γὰρ ἦν ἤδη τῷ ἐπισκόπῳ δυσμενής. τὸ δὲ τῶν ᾿Αλεξανδρέων ναυτικόν, οἵπερ ἔτυχον ἐνδημοῦντες ἔκ τε τῶν ἄλλων πλοίων καὶ μάλιστα τῶν σιτηγῶν, ὁμοῦ συνελέγησαν καὶ προθύμως αὐτὸν εὐφημοῦντες 8.17.2 ἐδέξαντο. παραδραμὼν δὲ τὴν ἐκκλησίαν εἰς βασιλικὴν οἰκίαν ἦλθεν, ἐν ᾗ καταμένειν αὐτῷ ηὐτρέπιστο. ἐπεὶ δὲ πολλοὺς ἔγνω ᾿Ιωάννῃ ἀπεχθάνεσθαι καὶ κατηγορεῖν ἑτοίμους, προδιαθεὶς τἆλλα, ᾗπερ αὐτῷ καλῶς ἔχειν 8.17.3 ἐδόκει, ἧκεν εἰς ∆ρῦν. Χαλκηδόνος δὲ τοῦτο προάστειον, ῾Ρουφίνου τοῦ ὑπατικοῦ νῦν ἐπώνυμον, ἐν ᾧ βασίλειά ἐστι καὶ μεγίστη ἐκκλησία, ἣν αὐτὸς ῾Ρουφῖνος ἐπὶ τιμῇ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων ἐδείματο καὶ ἀποστολεῖον ἐξ αὐτῶν ὠνόμασε· πλησίον δὲ μοναχοὺς συνῴκισεν οἳ τῆς ἐκκλη8.17.4 σίας τὸν κλῆρον ἐπλήρουν. ἐνταῦθα δὲ συνελθὼν Θεόφιλος ἅμα τοῖς ἄλλοις ἐπισκόποις περὶ μὲν τῶν ᾿Ωριγένους βιβλίων οὐδὲν ἐπεμνημόνευσε, τοὺς δὲ ἀπὸ Σκήτεως μοναχοὺς εἰς μετάνοιαν ἐκάλει, μήτε μνησικακεῖν μήτε κακῶς ποιεῖν ὑποσχόμενος. ἐπιβοώντων δὲ αὐτοῖς συγγνώμην αἰτεῖν τῶν Θεοφίλου σπουδαστῶν καὶ προσποιουμένων τὴν σύνοδον ἱκετεύειν ὑπὲρ αὐτῶν, ταραχθέντες οἱ μοναχοὶ καὶ τοῦτο χρῆναι ποιεῖν νομίσαντες πολλῶν ἐπισκόπων προκαθημένων-τοῦτο δὴ τὸ σύνηθες αὐτοῖς λέγειν κἂν ἀδι8.17.5 κῶνται-»συγχώρησον» ἔφασαν. Θεοφίλου δὲ ἑτοίμως σπεισαμένου καὶ τὴν κοινωνίαν αὐτοῖς ἀποδόντος διελύθη τῶν περὶ Σκῆτιν ἀδικημάτων ἡ ἐξέτασις. ὅπερ οἶμαι οὐκ ἂν συνέβη, εἰ συμπαρῆσαν τοῖς ἄλλοις μοναχοῖς ∆ιόσκορός τε καὶ ᾿Αμμώνιος. ὁ μὲν γὰρ ἤδη πρότερον τελευτήσας ἐτάφη 8.17.6 ἐν τῇ Μωκίου τοῦ μάρτυρος ἐπωνύμῳ ἐκκλησίᾳ. ᾿Αμμώνιος δὲ ἔναγχος τῆς συνόδου παρασκευαζομένης ἐμαλακίσθη τὸ σῶμα· περαιωθεὶς δὲ εἰς ∆ρῦν χαλεπώτερον ὑπὸ τῆς νόσου διετέθη καὶ μετ' οὐ πολὺ τελευτᾷ τὸν βίον· καὶ πρὸς τῶν πλησίον μοναχῶν, ἔνθα δὴ κεῖται, λαμπρᾶς ἠξιώθη ταφῆς. ὁ δὲ Θεόφιλος, ὡς ἐπύθετο, λέγεται δακρῦσαι καὶ εἰς πάντας εἰπεῖν, ὡς οὐδεὶς εἴη τῶν κατ' αὐτὸν μοναχὸς οἷος ᾿Αμμώνιος, εἰ καὶ αὐτῷ ταραχῆς 8.17.7 αἴτιος ἐγένετο. προὐχώρει δὲ ὅμως αὐτῷ καὶ τοῦτο κατὰ γνώμην. ἡ δὲ σύνοδος ἅπαντας συνεκάλεσε τοὺς