185
προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν ᾿Ιωάννην ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερώμενον. ᾔδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν 8.1.2 κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο. τοῖς δὲ ῾Ηρακλείδου κατηγόροις δικαστήριον κατὰ ἀπόντος προτέθεικεν, οἰηθεὶς ἐντεῦθεν εὐλογωτέραν πως αἰτίαν εὑρήσειν τῆς ᾿Ιωάννου καθαιρέσεως. ἀνταιρόντων δὲ τῶν αὐτῷ ἐπιτηδείων, ὡς οὐ νόμιμον οὐδὲ ἐκκλησιαστικὸν τὸν ἀπόντα κρίνεσθαι, τῶν δὲ περὶ Θεόφιλον τἀναντία ἰσχυριζομένων, ἐπιλαβόμενοι τῆς ἔριδος τὸ λοιπὸν τῶν ᾿Αλεξανδρέων καὶ Αἰγυπτίων πλῆθος καὶ ὁ Κωνσταντινουπόλεως λαὸς εἰς ἀλλήλους ἐχώρησαν, ὡς πολλοὺς τραυματίας γενέσθαι, 8.1.3 τινὰς δὲ καὶ ἀπολέσθαι. δείσαντες δὲ Σευηριανός τε καὶ οἱ ἄλλοι ἐπίσκοποι πλὴν τῶν τὰ ᾿Ιωάννου ζηλούντων φυγῇ τὴν Κωνσταντινούπολιν ἀπέλιπον. καὶ Θεόφιλος δὲ αὐτίκα μηδὲν ἀναβαλλόμενος ἤδη τοῦ χειμῶνος ἀρχομένου φεύγων ἅμα ᾿Ισαακίῳ τῷ μοναχῷ ἀπέπλευσεν εἰς ᾿Αλεξάνδρειαν. ἀπὸ δὲ τοῦ πελάγους ὧδε συμβὰν κατῆρεν εἰς Γεράν, πόλιν μικρὰν ἀμφὶ 8.1.4 πεντήκοντα στάδια τοῦ Πηλουσίου ἀφεστῶσαν. τελευτήσαντος δὲ τότε τοῦ ἐνθάδε ἐπισκόπου οἱ μὲν πολῖται, ὡς ἐπυθόμην, ἐψηφίσαντο Νιλάμμωνα προστατεῖν τῆς αὐτῶν ἐκκλησίας, ἄνδρα ἀγαθὸν καὶ μοναχικῆς φιλοσοφίας εἰς ἄκρον ἐλθόντα. ᾤκει δὲ πρὸ τοῦ ἄστεως, ἐν οἰκήματι καθείρξας ἑαυτὸν καὶ λίθοις τὴν θύραν ἀποφράξας. ἀποφεύγοντα δὲ τὴν ἱερωσύνην, ἐλθὼν πρὸς αὐτὸν Θεόφιλος συνεβούλευε καταδέχεσθαι τὴν παρ' αὐτοῦ χειροτονίαν. 8.1.5 ὁ δὲ πολλάκις παραιτησάμενος, ὡς οὐκ ἔπειθεν, «αὔριον εἴ σοι φίλον», ἔφη, «πρᾶξον, ὦ πάτερ, ὥστε με σήμερον τὰ κατ' ἐμαυτὸν διαθεῖναι.» ἐπεὶ δὲ τῇ ὑστεραίᾳ κατὰ τὰ συγκείμενα ἦλθε καὶ τὴν θύραν ἀνοίγειν ἐκέλευσεν, «ἄγε δὴ πρότερον», ὁ Νιλάμμων ἔφη, «εὐξώμεθα.» καὶ Θεόφιλος ἐπαινέσας ηὔξατο· 8.1.6 Νιλάμμων δὲ ἐν τῷ εὔχεσθαι τὴν ἐνθάδε κατέλιπε βιοτήν. τοῦτο δὲ τὰ μὲν πρῶτα ἠγνοεῖτο Θεοφίλῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἔξωθεν ἑστῶσιν. ἀναλωθείσης δὲ λοιπὸν τῆς ἡμέρας, ὡς πολλάκις γεγωνότερον καλούντων οὐχ ὑπήκουε, καταβαλόντες τοὺς πρὸς τῇ θύρᾳ λίθους εὗρον τὸν ἄνδρα νεκρόν· καὶ περιστείλαντες ᾗ ἔδει δημοσίας ἠξίωσαν ταφῆς· καὶ εὐκτήριον οἶκον περὶ τὸν αὐτοῦ τάφον ᾠκοδόμησαν οἱ ἐπιχώριοι, καὶ ἐπισημότατα εἰσέτι 8.1.7 νῦν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς ἄγουσι. ὁ μὲν δὴ Νιλάμμων ὧδε τέθνηκεν, εἴ γε δεῖ θάνατον καλεῖν ὃν ὑπομεῖναι ηὔξατο πρὶν ἐπιτραπῆναι τὴν ἱερωσύνην, ἧς ἀνάξιος εἶναι διὰ μετριότητα τρόπων ἡγεῖτο. ῾Ο δὲ ᾿Ιωάννης ἐπανελθὼν εἰς Κωνσταντινούπολιν ἔτι μᾶλλον κεχα8.1.8 ρισμένος τῷ λαῷ ἐφαίνετο. συνεληλυθότων δὲ τότε ἐν Κωνσταντινουπόλει ἀμφὶ ἑξήκοντα ἐπισκόπων ἄκυρά τε τὰ ἐν τῇ ∆ρυῒ πεπραγμένα καὶ αὐτὸν ἔχειν τὴν ἐπισκοπὴν ψηφισαμένων διετέλεσεν ἱερώμενος καὶ χειροτονῶν καὶ τἆλλα περὶ τὴν ἐκκλησίαν ᾗ θέμις τοῖς προεστῶσι διέπων· ἡνίκα καὶ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ ῾Ηρακλείας ἐπίσκοπον κατέστησεν. 8..1 Οὐ πολλῷ δὲ ὕστερον ἀνδριάντος ἀργυροῦ τῆς τοῦ βασιλέως γαμετῆς ἐπὶ πορφυροῦ κίονος ἀνατεθέντος, ὃς καὶ νῦν ἐστι πρὸς μεσημβρίαν τῆς ἐκκλησίας πρὸ τοῦ οἴκου τῆς μεγάλης βουλῆς ἐφ' ὑψηλοῦ βήματος, κρότοι τε καὶ δημώδεις θέαι ὀρχηστῶν τε καὶ μίμων ἐνθάδε ἐπετελοῦντο, ὡς ἔθος 8..2 ἦν τότε ἐπὶ τῇ ἀναθέσει τῶν βασιλικῶν εἰκόνων. ἐφ' ὕβρει δὲ τῆς ἐκκλησίας τάδε γεγενῆσθαι ἐν ὁμιλίᾳ πρὸς τὸν λαὸν ὁ ᾿Ιωάννης διέβαλεν. ἡ δὲ βασιλὶς ἔτι προσφάτου τῆς μνήμης οὔσης τῶν προτέρων λυπηρῶν ὡς ὑβρισμένη πάλιν ἐμπίπλαται θυμοῦ καὶ σύνοδον αὖθις ἐπιτελεῖσθαι ἐσπούδαζεν. ὁ δὲ οὐκ ἐνεδίδου, ἀλλ' ἔτι σαφέστερον ἐπ' ἐκκλησίας λοιδορῶν αὐτὴν ἐξέ8..3 καυσε πρὸς ὀργήν· ἡνίκα δὴ τὸν ἀοίδιμον ἐκεῖνον διεξῆλθε λόγον ἀρξάμενος ὧδε· «πάλιν ῾Ηρῳδιὰς μαίνεται, πάλιν ὀρχεῖται, πάλιν ᾿Ιωάννου τὴν κεφαλὴν ἐπὶ πίνακος σπουδάζει λαβεῖν.» οὐκ εἰς μακρὰν δὲ ἄλλοι τε ἐπίσκοποι παρεγένοντο καὶ Λεόντιος ὁ ᾿Αγκύρας καὶ ᾿Ακάκιος ὁ Βεροίας.