187
ἡμέραν ἀμοιβαδὸν περικαθήμενοι τὸν ἐπισκοπικὸν οἶκον. σύγχυσιν δὲ ἐπαιτιώμενοι τῶν ἐκκλησιαστικῶν νόμων οἱ κατ' αὐτοῦ συνεληλυθότες ἐπίσκοποι, ἐπὶ σφᾶς αὐτοὺς ἔφασαν δικαιοτάτην οὖσαν ἀναδεδέχθαι τὴν ἐπ' αὐτῷ κρίσιν, καὶ τῆς πόλεως αὐτὸν ἐξιέναι ἐκέλευον· ἄλλως 8.22.2 γὰρ μηδὲ τὸ πλῆθος ἠρεμήσειν. παραγενομένου δὲ τοῦ ἀπὸ βασιλέως καὶ ταῦτα σὺν ἀπειλῇ ποιεῖν προστάξαντος, λαθὼν τοὺς ἀπὸ τοῦ λαοῦ φύλακας ἐξῆλθε, τοσοῦτον μεμφόμενος ὅτι γε παρανόμως πρὸς βίαν ἐλαύνεται μὴ ἀξιωθεὶς κρίσεως, ἧς καὶ ἀνδροφόνοις καὶ γόησι καὶ μοιχοῖς μέτεστιν ἐκ νόμων. καὶ μικροῦ σκάφους ἐπιβὰς περαιοῦται αὐτίκα εἰς Βιθυνίαν, 8.22.3 ἐκεῖθέν τε παραχρῆμα εἴχετο τῆς ὁδοῦ. προϊδόντες δέ τινες τῶν ἐπιβουλευόντων αὐτῷ ὡς, εἰ αἴσθοιτο ὁ λαός, ἐπιδιώξει καὶ πάλιν αὐτὸν βιάσεται ἐπανελθεῖν, φθάσαντες ἀποκλείουσι τὰς θύρας τῆς ἐκκλησίας. ἐπεὶ δὲ οἱ ἀνὰ τὰς ἀγυιὰς ἔγνωσαν, οἱ μὲν δρομαῖοι ἠπείγοντο πρὸς θάλασσαν ὡς δὴ καταληψόμενοι, οἱ δὲ περιδεεῖς γενόμενοι εἰς φυγὴν ἠλαύνοντο, ὡς ἐπὶ τοσούτῳ θορύβῳ καὶ ταραχῇ στάσεως καὶ βασιλέως ὀργῆς προσδοκω8.22.4 μένης. οἱ δὲ ἐν τῇ ἐκκλησίᾳ ἔτι μᾶλλον ἔφραττον τὰς ἐξόδους ἐπὶ ταύτας συρρέοντες καὶ περιωθοῦντες ἀλλήλους. μόλις δὲ σὺν βίᾳ τὰς θύρας ἐπέτασαν, τῶν μὲν λίθοις κατεαξάντων, τῶν δὲ πρὸς ἑαυτοὺς ἀνθελκόντων καὶ τὸν κατὰ νώτου ὄχλον εἰς τοὐπίσω ἀπωθουμένων. ἐν τούτῳ δὲ πῦρ ἐξαπίνης πάντοθεν τὴν ἐκκλησίαν ἐπεβόσκετο· καὶ πᾶσαν διαδραμὸν ἐνεμήθη καὶ τὸν παρακείμενον αὐτῇ ἐκ μεσημβρίας μέγιστον οἶκον τῆς συγκλήτου βου8.22.5 λῆς. τούτου δὲ τὴν αἰτίαν ἀντεπῆγον ἀλλήλοις, οἱ μὲν ᾿Ιωάννῃ ἐπιβουλεύοντες τοὺς τὰ αὐτοῦ φρονοῦντας ἐπαιτιώμενοι ὡς χαλεπήναντας πρὸς τὴν τῆς συνόδου ψῆφον, οἱ δὲ συκοφαντεῖσθαι ἰσχυριζόμενοι καὶ τὴν ἐκείνων πρᾶξιν σφίσιν περιτρέπειν, ἅμα τῇ ἐκκλησίᾳ καὶ αὐτοὺς πυρπολῆσαι βου8.22.6 λευσαμένων. ἀπὸ δείλης δὲ ὀψίας μέχρις ἕω τοῦ πυρὸς περαιτέρω χωροῦντος καὶ πρὸς τὰς ἔτι συνεστώσας ὕλας ἕρποντος, οἱ μὲν ἐπιδιώξαντες ᾿Ιωάννην εἰς Κουκουσὸν διῆγον τῆς ᾿Αρμενίας βασιλέως γράμμασι κατα-8.22.7 δικασθέντα τὴν ἐκεῖσε οἴκησιν· οἱ δὲ τοὺς συνεξελθόντας αὐτῷ ἐπισκόπους καὶ κληρικοὺς ἀγαγόντες ἐν Χαλκηδόνι καθεῖρξαν. ἄλλοι δὲ περιιόντες ἀνὰ τὴν πόλιν τοὺς καταμηνυομένους τὰ αὐτοῦ φρονεῖν συνελαμβάνοντο καὶ ἐφρούρουν καὶ ἀναθεματίζειν αὐτὸν ἠνάγκαζον. 8.23.1 Οὐ πολλῷ δὲ ὕστερον χειροτονεῖται Κωνσταντινουπόλεως ἐπίσκοπος ᾿Αρσάκιος, Νεκταρίου τοῦ πρὸ ᾿Ιωάννου ταύτην τὴν ἐπισκοπὴν διανύσαντος ἀδελφός, ἀνὴρ πρᾶος καὶ περὶ τὸ θεῖον εὐλαβής· ἔβλαψαν δὲ τὴν ἐν τῷ πρεσβυτερίῳ κρατοῦσαν περὶ αὐτοῦ δόξαν κληρικοί τινες ποιοῦντες μὲν ἅ γε ἐβούλοντο, αὐτῷ δὲ ταῦτα ἀνατιθέντες· διέβαλλον δὲ αὐτὸν μάλιστα καὶ τὰ 8.23.2 συμβάντα μετὰ ταῦτα περὶ τοὺς ᾿Ιωάννου ἐπαινέτας. ἐπεὶ γὰρ αὐτῷ καὶ τοῖς αὐτῷ συνοῦσι κοινωνεῖν ἢ συνεύχεσθαι οὐκέτι ἀνεκτὸν ἡγοῦντο ἀναμεμιγμένων αὐτοῖς τῶν ἐπιβούλων ᾿Ιωάννου, καθ' ἑαυτοὺς δέ, ὡς εἴρηται, συνιόντες ἐν ταῖς ἐσχατιαῖς τῆς πόλεως ἐκκλησίαζον, κοινοῦται βασιλεῖ περὶ τούτου. συνηγμένοις δὲ συνταγματάρχης ἅμα στρατιώταις ἐμβαλεῖν ἐπιτραπεὶς τὸ μὲν πλῆθος παίων ξύλοις καὶ λίθοις εἰς φυγὴν τρέπει, τοὺς δὲ ἐπισημότερον καὶ προθυμότερον τὰ ᾿Ιωάννου ζηλοῦντας ἐν φρουρᾷ ποιεῖται. 8.23.3 ἐνταῦθα δέ, οἷα συμβαίνειν φιλεῖ στρατιωτῶν ἐπιτραπέντων νεανιεύεσθαι, γύναια πρὸς βίαν τοῦ κόσμου <ἀφῃρέθησαν>, τῶν μὲν ὅρμους καὶ ζώνας χρυσᾶς καὶ περιδέραια καὶ στρεπτοὺς ληιζομένων, τῶν δὲ σὺν αὐτοῖς λοβοῖς ἐξελκόντων τὰ ἐνώτια. μεγίστης δὲ ταραχῆς καὶ οἰμωγῆς ἀνὰ τὴν πόλιν 8.23.4 συμβάσης οὐδ' οὕτως μετέθεντο τοῦ περὶ ᾿Ιωάννην φίλτρου. δημοσίᾳ δὲ οὐκέτι συνῄεσαν, πολλοὶ δὲ οὔτε εἰς ἀγορὰν οὔτε εἰς βαλανεῖα ἐφοίτων, τισὶ δὲ καὶ τὸ οἴκοι μένειν οὐκ ἀκίνδυνον ἦν, καὶ φυγὴν ἑαυτοῖς ἐπιτάξαντες τῆς πόλεως ἐξῆλθον, ἄλλοι τε πολλοὶ σπουδαῖοι ἄνδρες καὶ ἀγαθαὶ γυναῖκες· ὧν ἦν Νικαρέτη ἡ Βιθυνὴ