192
πεμπούσης, πολλοὺς αἰχμαλώτους παρὰ τῶν ᾿Ισαύρων λῃστῶν ὠνεῖτο καὶ τοῖς οἰκείοις ἀπεδίδου, πολλοῖς δὲ δεομένοις τὰ ἀναγκαῖα ἐχορήγει· οἷς δὲ οὐδὲν ἔδει χρημάτων τῷ λόγῳ προσήγετο, καὶ εἰσάγαν κεχαρισμένος ἐτύγχανεν ᾿Αρμενίοις τε παρ' 8.27. οἷς ἦν καὶ τοῖς πλησιοχώροις. πλεῖστοι δὲ πρὸς αὐτὸν ἐφοίτων ἀπό τε ᾿Αντιοχείας καὶ τῆς ἄλλης Συρίας καὶ Κιλικίας. 8.28.1 ᾿Ιννοκέντιος δὲ ὁ ῾Ρώμης ἐπίσκοπος, καθάπερ πρότερον ἔγραψεν, ἐπ-ανελθεῖν αὐτὸν σπουδάζων σὺν τοῖς ἐκ τῆς ἕω περὶ τούτου πρεσβευσαμένοις ἐπισκόποις πέπομφεν ἐπισκόπους πέντε καὶ πρεσβυτέρους δύο τῆς ῾Ρωμαίων ἐκκλησίας πρὸς ᾿Ονώριον καὶ ᾿Αρκάδιον τὸν βασιλέα, σύνοδον αἰτήσοντας 8.28.2 καὶ καιρὸν ταύτης καὶ τόπον. οἱ δὲ ἐπὶ τῆς Κωνσταντινουπόλεως ἀπεχθανόμενοι ᾿Ιωάννῃ, ὡς ἐπὶ ὕβρει τῆς ἐνταῦθα βασιλείας τούτων γινομένων, διαβολὴν κατεσκεύασαν· καὶ τοὺς μὲν ὡς ὑπερόριον ἀρχὴν ἐνοχλήσαντας ἀτίμως ἐκπεμφθῆναι παρεσκεύασαν, αὐτὸν δὲ ᾿Ιωάννην ψήφῳ βασιλέως πορρωτέρω μετοικισθῆναι εἰς Πιτυοῦντα κατώρθωσαν· ἐν τάχει τε παρα8.28.3 γενόμενοι στρατιῶται τοῦτο ἐπετέλουν. φασὶ δὲ αὐτὸν ὑπὸ τούτων ἀγόμενον καθ' ὁδὸν προϊδεῖν τὴν ἡμέραν, ἐν ᾗ τελευτᾶν ἤμελλεν, ἐπιφανέντος αὐτῷ Βασιλίσκου τοῦ μάρτυρος ἐν Κομάνοις τῆς ᾿Αρμενίας· ἔνθα δὴ μηκέτι πρὸς τὴν ὁδὸν ἀντισχών (ἤλγει γὰρ τὴν κεφαλὴν καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου φέρειν οὐχ οἷός τε ἦν) νόσῳ τὸν βίον μετήλλαξεν.
.τ.1 ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ <ΣΩΖΟΜΕΝΟΥ> ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΝΑΤΟΣ .
1.1 Τὰ μὲν δὴ κατὰ ᾿Ιωάννην ὧδε ἔσχε. μετ' οὐ πολὺ δὲ τῆς τούτου τελευτῆς,
τρίτον ἔτος ἤδη ᾿Αττικοῦ διανύοντος τὴν Κωναταντινουπόλεως ἐπισκοπήν, Βάσσου καὶ Φιλίππου ὑπατευόντων, τελευτᾷ τὸν βίον ᾿Αρκάδιος διάδοχον τῆς ἡγεμονίας Θεοδόσιον τὸν υἱέα καταλιπὼν ἀρτίως γάλακτι τρέφεσθαι πεπαυμένον, θυγατέρας δὲ Πουλχερίαν καὶ ᾿Αρκαδίαν καὶ Μα.1.2 ρίναν ἔτι κομιδῇ νέας. ᾗ μοι δοκεῖ μάλιστα τὸν θεὸν ἐπιδεῖξαι μόνην εὐσέβειαν ἀρκεῖν πρὸς σωτηρίαν τοῖς βασιλεύουσιν, ἄνευ δὲ ταύτης μηδὲν εἶναι στρατεύματα καὶ βασιλέως ἰσχὺν καὶ τὴν ἄλλην παρασκευήν. ἐπεὶ οὖν εὐσεβέστατον τὸν βασιλέα ἔσεσθαι προεῖδεν ἡ τῶν ὅλων οἰκουρὸς θεία δύναμις, ἐπίτροπον αὐτοῦ καὶ τῆς ἡγεμονίας κατέστησε Πουλχερίαν τὴν .1.3 ἀδελφήν. ἡ δὲ οὔπω πεντεκαιδέκατον ἔτος ἄγουσα ὑπὲρ τὴν ἡλικίαν σοφώτατον καὶ θεῖον ἔλαβεν νοῦν. καὶ πρῶτα μὲν τὴν αὐτῆς παρθενίαν τῷ θεῷ ἀνέθηκε καὶ τὰς ἀδελφὰς ἐπὶ τὸν αὐτὸν ἐπαιδαγώγησε βίον, ὅπως μὴ ἄλλον ἄνδρα ἐπεισαγάγῃ τοῖς βασιλείοις καὶ ζήλου καὶ ἐπιβουλῆς πᾶσαν .1.4 ἀνέλῃ ἀφορμήν. ἐπιβεβαιοῦσα δὲ τὰ δόξαντα καὶ θεὸν αὐτὸν καὶ ἱερέας καὶ πάντα ἀρχόμενον μάρτυρας ποιουμένη τῶν αὐτῇ βεβουλευμένων, ἐκ χρυσοῦ καὶ λίθων τιμίων θαυμάσιόν τι χρῆμα θεαμάτων κάλλιστον ὑπὲρ τῆς ἰδίας παρθενίας καὶ τῆς τοῦ ἀδελφοῦ ἡγεμονίας ἱερὰν ἀνέθετο τράπεζαν ἐν τῇ ἐκκλησίᾳ Κωνσταντινουπόλεως· καὶ ἐπὶ τοῦ μετώπου τῆς τραπέζης, .1.5 ὡς ἂν πᾶσιν ἔκδηλα ᾖ, τάδε ἐπέγραψεν. ὑπεισελθοῦσα δὲ τὴν φροντίδα τῆς ἡγεμονίας ἄριστα καὶ ἐν κόσμῳ πολλῷ τὴν ῾Ρωμαίων οἰκουμένην διῴκησεν, εὖ βουλευομένη καὶ ἐν τάχει τὰ πρακτέα ἐπιτελοῦσα καὶ γράφουσα. ἠκρίβωτο γὰρ λέγειν τε καὶ γράφειν ὀρθῶς κατὰ τὴν ῾Ρωμαίων καὶ ῾Ελλή-.1.6 νων φωνήν. τῶν δὲ πραττομένων τὴν δόκησιν εἰς τὸν ἀδελφὸν ἀνέφερε· καὶ ἐπεμελεῖτο ὡς ἂν μάλιστα βασιλικῶς ἀναχθείη τοῖς καθ' ἡλικίαν παιδευόμενος μαθήμασιν. ἀλλ' ἱππικὴν μὲν καὶ τὴν ἐν τοῖς ὅπλοις καὶ τοῖς .1.7 λόγοις ἄσκησιν παρὰ τῶν ἐπιστημόνων ἐξεδιδάσκετο, περὶ δὲ τὰς προόδους κόσμιος εἶναι καὶ βασιλικὸς παρὰ τῆς ἀδελφῆς ἐρρυθμίζετο, ἐσθῆτά τε ᾗ χρὴ περιστέλλειν μανθάνων, καὶ τρόπῳ τίνι καθῆσθαι καὶ