193
βαδίζειν καὶ γέλωτος κρατεῖν, καὶ πρᾶος καὶ φοβερὸς ἐν καιρῷ εἶναι, καὶ ἁρμοδίως πυνθάνεσθαι .1.8 τῶν περί του δεομένων. οὐχ ἥκιστα δὲ εἰς εὐσέβειαν αὐτὸν ἦγε, συνεχῶς εὔχεσθαι καὶ ταῖς ἐκκλησίαις φοιτᾶν ἐθίζουσα καὶ ἀναθήμασι καὶ κειμηλίοις τοὺς εὐκτηρίους οἴκους γεραίρειν καὶ ἐν τιμῇ ἔχειν τοὺς ἱερέας καὶ ἄλ.1. λως ἀγαθοὺς ἄνδρας καὶ τοὺς νόμῳ Χριστιανῶν φιλοσοφοῦντας. οὐ μὴν ἀλλὰ καὶ ὑπὸ νόθων δογμάτων νεωτερίζεσθαι κινδυνευούσης τῆς θρησκείας σπουδῇ καὶ σοφῶς προὔστη. καὶ τοῦ μὴ καινὰς αἱρέσεις ἐν τοῖς καθ' ἡμᾶς χρόνοις κρατεῖν μάλιστα αὐτὴν αἰτίαν εὑρήσομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα .1.10 εἰσόμεθα. δέει δὲ πολλῷ τὸ θεῖον θρησκεύουσα, μακρὸν ἂν εἴη λέγειν παρὰ τίσι καὶ πόσους εὐκτηρίους οἴκους μεγαλοπρεπῶς ἐτεκτήνατο, πόσα δὲ καταγώγια πτωχῶν καὶ ξένων καὶ μοναστικὰς συνοικίας συνεστήσατο, διηνεκῆ τάξασα τὴν περὶ ταῦτα δαπάνην καὶ τὸ σιτηρέσιον τῶν ἐνοικούντων. .1.11 εἴ τῳ δὲ φίλον ἐκ τῶν πραγμάτων πειρᾶσθαι τῆς ἀληθείας καὶ μὴ τοῖς ἐμοῖς πείθεσθαι λόγοις, μαθήσεται μὴ ψευδῶς μηδὲ πρὸς χάριν με τάδε συγγράφειν, εἰ παρὰ τῶν ἐπιτροπευόντων τὸν αὐτῆς οἶκον ἀνάγραπτον οὖσαν διέλθῃ τῶν τοιούτων τὴν γνῶσιν καὶ παρὰ τῶν ἐγγεγραμμένων πύ.1.12 θηται, εἰ τῇ γραφῇ συνᾴδει τὰ πράγματα. ᾧ δὲ μὴ ταῦτα μόνα πρὸς πίστιν ἀρκεῖ, πιστούσθω καὶ θεὸς αὐτὸς πάντως που διὰ τὴν πολιτείαν κεχαρισμένην αὐτὴν ἔχων, ὡς εὐχομένης ἑτοίμως ἐπακούειν καὶ πολλάκις αὐτῇ περὶ τῶν πρακτέων προφαίνεσθαι. οὐ γὰρ ἂν φαίην ποτὲ θεοφίλειαν παραγίνεσθαι τοῖς ἀνθρώποις, εἰ μὴ σφᾶς ἀξίους ταύτης διὰ τῶν ἔργων .1.13 παρέχωσιν. ἀλλ' ὅσα μὲν εἰς ἀπόδειξιν ἧκε τῶν καθ' ἕκαστον ἐπιδεικνύντων θεοφιλῆ εἶναι τὴν τοῦ βασιλέως ἀδελφήν, ἑκὼν παρήσω τέως, μὴ καὶ μωμήσηταί τις ὡς ἕτερα πραγματευόμενος εἰς ἐγκωμίων νόμον ἐτράπην. ὃ δέ μοι καὶ κατὰ ταὐτὸν ἐκκλησιαστικῆς τε ἱστορίας ἴδιον εἶναι δοκεῖ καὶ θεοφιλείας αὐτῆς περιφανὴς ἔλεγχος, αὐτόθεν ἐρῶ, εἰ καὶ χρόνῳ ὕστερον συνέβη. ἔχει δὲ ὧδε· .2.1 Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους Κωνσταντινουπόλεως· καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς ᾿Αρμενίας κατὰ τοὺς Λικινίου χρό.2.2 νους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν. μέλλουσα δὲ τελευτᾶν κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ' ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι, ὑπὲρ δὲ κεφαλῆς ἐπὶ τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα, καὶ μηδενὶ .2.3 καταμηνῦσαι. καὶ οἱ μὲν ὧδε ἐποίουν. ὥστε δὲ τῆς προσηκούσης θεραπείας μεταλαγχάνειν τοὺς μάρτυρας καὶ τοὺς ἔξωθεν ἀγνοεῖν κατὰ τὰ συντεθειμένα πρὸς Εὐσεβίαν, εὐκτήριον οἶκον ὑπὸ γῆν ἐτεκτήναντο περὶ τὴν αὐτῆς θήκην, εἰς δὲ τὸ προφανὲς οἴκημα ὑπεράνω πλίνθοις ὀπταῖς τὸ ἔδαφος ἠμφιεσμένον καὶ καταβάσιον ἐκ τούτου λανθάνον ἐπὶ τοὺς μάρτυρας. .2.4 μετὰ δὲ ταῦτα Καισάριος ἀνὴρ τῶν τότε ἐν δυνάμει, ὃς καὶ ὑπάτου καὶ ὑπάρχου εἰς ἀξίαν προῆλθεν, θανοῦσαν αὐτοῦ τὴν γαμετὴν παρὰ τὴν Εὐσεβίας σορὸν ἔθαψε· τοῦτο γὰρ ἔτι περιούσαις αὐταῖς συνέδοξεν ὑπερφυῶς κεχαρισμέναις ἀλλήλαις καὶ περὶ τὸ δόγμα καὶ τὴν θρησκείαν ὁμοφρονού.2.5 σαις. ἐντεῦθεν πρόφασις ἐγένετο Καισαρίῳ κτήσασθαι τοῦτον τὸν τόπον, ὡς ἂν καὶ αὐτὸς πλησίον τῆς γαμετῆς ταφείη. οἱ δὲ προειρημένοι μοναχοὶ ἀλλαχῇ μετῳκίσθησαν μηδὲν περὶ τῶν μαρτύρων ὁμολογήσαντες. .2.6 καταπεσόντος δὲ τοῦ οἴκου μετὰ ταῦτα γῆς τε καὶ φορυτοῦ ἐπιβληθέντος πᾶς ὁ τῇδε τόπος ἐξωμαλίσθη, καθότι αὐτὸς Καισάριος εἰς τιμὴν Θύρσου τοῦ μάρτυρος μεγαλοπρεπῆ ναὸν τῷ θεῷ ἐνθάδε ἀνέστησεν. ὡς ἔοικε δέ, ὧδε ἐπιμελῶς ἀφανισθῆναι τὸν προειρημένον χῶρον καὶ τοσοῦτον προελθεῖν χρόνον ὁ θεὸς ἐβούλετο, παραδοξοτέραν καὶ ἐπιφανεστέραν κατασκευάζων τῶν μαρτύρων τὴν εὕρεσιν καὶ τῆς εὑρούσης τὴν θεοφίλειαν. ἦν δὲ τοῦ .2.7 κρατοῦντος ἡ