1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

195

αὐτὸς παρεγενόμην. καὶ τὰ μὲν ὧδε γενέσθαι οἱ παρατυχόντες τῇ ἑορτῇ μαρτυρήσουσι· σχεδὸν γὰρ πάντες ἔτι περίεισιν, καθότι πολλῷ ὕστερον συνέβη Πρόκλου ἐπιτροπεύοντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. .3.1 Λόγος δὲ καὶ ἐπὶ ἄλλοις πράγμασι πολλάκις τὸν θεὸν προαναφῆναι τὸ μέλλον τῇ βασιλίδι, καὶ πλεῖστα θεοφίλειαν μαρτυροῦντα συμβῆναι περὶ αὐτὴν καὶ τὰς αὐτῆς ἀδελφάς· ἐπεὶ καὶ αὗται τὸν ἴσον πολιτεύονται τρόπον, περὶ τοὺς ἱερέας καὶ τοὺς εὐκτηρίους οἴκους σπουδάζουσαι καὶ περὶ τοὺς δεο.3.2 μένους ξένους καὶ πτωχοὺς φιλοτιμούμεναι. τράπεζα δὲ καὶ πρόοδος ὡς ἐπίπαν ἡ αὐτὴ πάσαις, κοινῇ τε νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ὑμνοῦσι. καὶ οἷος ἀξιαγάστων γυναικῶν νόμος, ὑφασμάτων καὶ τῶν τοιούτων ἔργων ἐπεμελοῦντο· ῥᾳστώνην γὰρ καὶ ἀργίαν, καίπερ βασιλεύουσαι καὶ ἐν βασιλείοις τεχθεῖσαι καὶ τραφεῖσαι, παρθενίας ἱερᾶς ἣν μετίασιν ἀναξίαν ἡγή.3.3 σαντο καὶ τοῦ οἰκείου βίου ἀφώρισαν. διὰ ταῦτα δὲ προφανῶς ἵλεω ὄντος τοῦ θεοῦ καὶ τοῦ αὐτῶν οἴκου ὑπερμαχοῦντος, τῷ μὲν κρατοῦντι τὰ τῆς ἡλικίας καὶ τῆς ἀρχῆς ἐπεδίδου, πᾶσα δὲ ἐπιβουλὴ καὶ πόλεμος κατ' αὐτοῦ συνιστάμενος αὐτομάτως διελύετο. .4.1 Τότε γοῦν Πέρασι μὲν εἰς μάχην κεκινημένοι ἑκατοντούτεις σπονδὰς πρὸς ῾Ρωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς ᾿Ονωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασι.4.2 λέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν ῾Ραβέννῃ στρατιωτῶν. οὗτος δὲ καὶ πρότερον ἔτι περιόντος ᾿Αρκαδίου καταστὰς εἰς ἔχθραν τοῖς αὐτοῦ ἄρχουσιν ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. καὶ στρατηγοῦ ῾Ρωμαίων ἀξίαν προξενήσας ᾿Αλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων προὐτρέ-.4.3 ψατο καταλαβεῖν τοὺς ᾿Ιλλυριούς. καὶ ὕπαρχον αὐτῶν καταστάντα τὸν ᾿Ιόβιον προπέμψας συνέθετο καὶ αὐτὸς συνδραμεῖσθαι μετὰ τῶν ῾Ρωμαίων στρατιωτῶν, ὥστε καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν ᾿Ονωρίου δῆθεν ἡγε.4.4 μονίαν ποιῆσαι. καὶ ὁ μὲν ᾿Αλάριχος ἐκ τῆς πρὸς τῇ ∆αλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς, οὗ διῆγεν, παραλαβὼν τοὺς ὑπ' αὐτὸν ἧκεν εἰς τὰς ᾿Ηπείρους· καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον ἄπρακτος ἐπανῆλθεν εἰς ᾿Ιταλίαν. μέλλων γὰρ ἐκδημεῖν κατὰ τὰ συντεθειμένα ᾿Ονωρίου γράμμασιν .4.5 ἐπεσχέθη. ἐπεὶ δὲ ἐτελεύτησεν ᾿Αρκάδιος, ὥρμησε μὲν ᾿Ονώριος φειδοῖ τῇ περὶ τὸν ἀδελφιδοῦν ἐλθεῖν εἰς Κωνσταντινούπολιν καὶ πιστοὺς ἄρχοντας καὶ φύλακας καταστῆσαι τῆς αὐτοῦ σωτηρίας καὶ βασιλείας. ἐν τάξει γὰρ υἱέος αὐτὸν ἔχων ἐδεδίει μή τι πάθοι διὰ τὸ νέον ἕτοιμος ὢν πρὸς ἐπι.4.6 βουλήν. ἤδη δὲ μέλλοντα ἔχεσθαι τῆς ὁδοῦ πείθει Στελίχων ἐν τῇ ᾿Ιταλίᾳ μένειν τὸν ᾿Ονώριον, ἀναγκαῖον εἶναι τοῦτο εἰπών, καθότι Κωνσταντῖνός τις ἐτύγχανεν ἔναγχος ἐν ᾿Αρηλάτῳ τυραννήσας. θάτερον δὲ τῶν σκήπτρων, ὃ λάβωρον ῾Ρωμαῖοι καλοῦσι, καὶ γράμματα βασιλέως λαβὼν ἐπιτρέποντα αὐτῷ τὴν εἰς τὴν ἀνατολὴν ἄφιξιν, ἔμελλεν ἐκδημεῖν τέσσαρας ἀριθμοὺς .4.7 στρατιωτῶν παραλαβών. ἐν τούτῳ δὲ φήμης διαδραμούσης, ὡς ἐπιβουλεύει τῷ βασιλεῖ καὶ ἐπὶ τυραννίδα τοῦ υἱέος παρασκευάζεται συμπράττοντας ἔχων τοὺς ἐν δυνάμει, στασιάσαντες οἱ στρατιῶται κτείνουσι τὸν ᾿Ιταλίας ὕπαρχον καὶ τὸν τῶν Γαλατῶν καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους .4.8 τοὺς διέποντας τὰς ἐν τοῖς βασιλείοις ἀρχάς. ἀναιρεῖται δὲ καὶ αὐτὸς παρὰ τῶν ἐν ῾Ραβέννῃ στρατιωτῶν, ἀνὴρ εἴπερ τις ἄλλος πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος καὶ πάντας ὡς εἰπεῖν βαρβάρους τε καὶ ῾Ρωμαίους πειθομένους ἔχων. Στελίχων μὲν οὖν ὑπονοηθεὶς κακόνους εἶναι τοῖς βασιλείοις ὧδε ἀπώλετο· κτίννυται δὲ καὶ Εὐχέριος ὁ αὐτοῦ παῖς. .5.1 Κατὰ ταὐτὸν δὲ συνέβη καὶ Οὔννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε πολεμοῦντός του μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι τοὺς πλείους ἀποβαλόντας. ἐπεὶ γὰρ Οὔλδης ὁ ἡγούμενος τῶν ὑπὲρ τὸν ῎Ιστρον βαρβάρων πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμόν, ἐν τοῖς Θρᾳκῶν ὅροις ἐστρα.5.2 τοπεδεύετο. καὶ Καστράμαρτις πόλιν τῆς