199
᾿Ονωρίῳ θεοφίλειαν. πρῶτον μὲν γὰρ οἱ ἐν Βρεττανίᾳ στρατιῶται στασιάσαντες ἀναγορεύουσι Μᾶρκον τύραννον, μετὰ δὲ τοῦτον Γρατιανόν, ἀνελόντες Μᾶρκον· ἐπεὶ δὲ καὶ οὗτος οὐ πλέον τεσσάρων μηνῶν διελθόντων ἐφονεύθη παρ' αὐτῶν, πάλιν Κωνσταντῖνον χειροτονοῦσιν, οἰηθέντες, καθότι ταύτην εἶχε προσηγορίαν, καὶ .11.3 βεβαίως αὐτὸν κρατήσειν τῆς βασιλείας. ἐκ τοιαύτης γὰρ αἰτίας φαίνονται καὶ τοὺς ἄλλους εἰς τυραννίδα ἐπιλεξάμενοι. περαιωθεὶς δὲ Κωνσταντῖνος ἐκ τῆς Βρεττανίας ἐπὶ Βονωνίαν πόλιν τῆς Γαλατίας παρὰ θάλασσαν κειμένην προσηγάγετο τοὺς παρὰ Γαλάταις καὶ ᾿Ακοιτανοῖς στρατιώτας· καὶ τοὺς τῇδε ὑπηκόους περιεποίησεν ἑαυτῷ μέχρι τῶν μεταξὺ ᾿Ιταλίας .11.4 καὶ Γαλατίας ὅρων, ἃς Κοττίας ῎Αλπεις ῾Ρωμαῖοι καλοῦσι. Κώνσταντα δὲ τὸν πρεσβύτερον τῶν αὐτοῦ υἱέων, ὃν ὕστερον βασιλέως σχῆμα ἐνέδυσε, Καίσαρα τότε ἀναγορεύσας πέπομφε εἰς Σπανίαν· ὁ δὲ τὸ ἔθνος καταλαβὼν ἄρχοντας ἰδίους κατέστησε. καὶ δεσμίους ἀχθῆναι αὐτῷ προσέταξεν ∆ίδυμον καὶ Βερενιανὸν τοὺς ᾿Ονωρίου συγγενεῖς· οἳ τὰ πρῶτα διαφερόμενοι πρὸς ἑαυτούς, εἰς κίνδυνον καταστάντες ὡμονόησαν· καὶ πλῆθος ἀγροίκων καὶ οἰκετῶν συλλέξαντες κοινῇ κατὰ τὴν Λυσιτανίαν παρετάξαντο καὶ πολλοὺς ἀνεῖλον τῶν εἰς σύλληψιν αὐτῶν ἀποσταλέντων παρὰ τοῦ τυράννου στρατιωτῶν. .12.1 Μετὰ δὲ ταῦτα συμμαχίας προστεθείσης τοῖς ἐναντίοις ἐζωγρήθησαν καὶ ἅμα ταῖς αὐτῶν γαμεταῖς ἀπήχθησαν καὶ ὕστερον ἀνῃρέθησαν. ἐν ἑτέραις δὲ ἐπαρχίαις διατρίβοντες Θεοδοσίωλος καὶ Λαγώδιος οἱ αὐτῶν ἀδελφοὶ φεύγουσι τὴν πατρίδα· καὶ διασῴζονται Θεοδοσίωλος μὲν εἰς ᾿Ιταλίαν πρὸς ᾿Ονώριον τὸν βασιλέα, Λαγώδιος δὲ πρὸς Θεοδόσιον εἰς τὴν ἀνατολήν. .12.2 καὶ ὁ μὲν Κώνστας ταῦτα διαπραξάμενος ἐπανῆλθε πρὸς τὸν πατέρα φρουρὰν καταστήσας ἀπὸ τῶν στρατιωτῶν τῆς ἐπὶ τὰς Σπανίας παρόδου· ἣν δεο.12.3 μένοις ᾿Ισπανοῖς κατὰ τὸ ἀρχαῖον ἔθος φυλάττειν οὐκ ἐπέτρεψεν. ὃ καὶ αἴτιον ἐγένετο μετὰ ταῦτα τῆς ἀπωλείας τῶν τῇδε· καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως ἀναλαβόντες ἑαυτοὺς Οὐάνδαλοί τε καὶ Σουῆβοι καὶ ᾿Αλανοί, ἔθνη βάρβαρα, τῆς παρόδου ἐκράτησαν καὶ πολλὰ φρούρια καὶ πόλεις τῶν ᾿Ισπανῶν καὶ Γαλατῶν εἷλον καὶ τοὺς ἄρχοντας τοῦ τυράννου. .12.4 Κωνσταντῖνος δὲ τέως κατὰ γνώμην πράττειν δοκῶν, Κώνσταντα τὸν υἱὸν ἀντὶ Καίσαρος βασιλέα καταστήσας, ἐβουλεύετο τὴν ᾿Ιταλίαν καταλαβεῖν· καὶ παραμείψας τὰς Κοττίας ῎Αλπεις ἧκεν εἰς Βέρωνα πόλιν τῆς Λιγουρίας. .12.5 μέλλων δὲ περαιοῦσθαι τὸν ᾿Ηριδανὸν τὴν αὐτὴν ὁδὸν ἀνέστρεψε, μαθὼν τὸν ᾿Αλαβίχου θάνατον· ὃν δὴ στρατηγὸν ᾿Ονωρίου ὄντα καὶ ὕποπτον ὡς Κωνσταντίνῳ πραγματευόμενον πᾶσαν τὴν πρὸς τὴν δύσιν ἡγεμονίαν, ἀναιρεθῆναι συνέβη τότε, προηγούμενον, ὡς ἔθος, ἐπανιόντος ἐκ προόδου τινὸς τοῦ κρατοῦντος· ἡνίκα δὴ καὶ ὁ βασιλεὺς αὐτίκα τοῦ ἵππου ἀποβὰς δημοσίᾳ .12.6 εὐχαριστήρια τῷ θεῷ ηὔξατο ὡς προφανοῦς ἐπιβούλου ἀπαλλαγείς. Κωνσταντῖνος δὲ φεύγων τὴν ᾿Αρήλατον κατέλαβε, κατὰ ταὐτὸν δὲ καὶ Κών.12.7 στας ὁ αὐτοῦ παῖς φεύγων ἐκ τῆς ᾿Ισπανίας. καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως ἀναλαβόντες ἑαυτοὺς Οὐάνδαλοί τε καὶ Σουῆβοι καὶ ᾿Αλανοὶ σπουδῇ τὸ Πυρηναῖον ὄρος κατέλαβον, εὐδαίμονα καὶ πλουσιωτάτην τὴν χώραν ἀκούοντες. παρημεληκότων τε τῶν ἐπιτραπέντων παρὰ Κώνσταντος τὴν φρουρὰν τῆς παρόδου παρῆλθον εἰς ᾿Ισπανίαν. .13.1 ᾿Εν τούτῳ δὲ Γερόντιος ὁ τῶν Κωνσταντίνου στρατηγῶν ἄριστος δυσμενὴς αὐτῷ γέγονεν· ἐπιτήδειόν τε εἰς τυραννίδα Μάξιμον τὸν αὐτοῦ οἰκεῖον νομίσας βασιλικὴν ἐνέδυσεν ἐσθῆτα καὶ ἐν Ταρακόνῃ διάγειν εἴασεν. αὐτὸς δὲ Κωνσταντίνῳ ἐπεστράτευσεν, ἐν παρόδῳ Κώνσταντα τὸν υἱὸν αὐτοῦ ἐν .13.2 Βιέννῃ ὄντα ἀναιρεθῆναι παρασκευάσας. ἐπεὶ δὲ ἔμαθε Κωνσταντῖνος τὰ κατὰ Μάξιμον, ᾿Εδόβιχον μὲν τὸν αὐτοῦ στρατηγὸν πέραν τοῦ ῾Ρήνου πέπομφε Φράγκων τε καὶ ᾿Αλαμανῶν συμμαχίαν προτρεψόμενον, Κώνσταντι δὲ τῷ αὐτοῦ παιδὶ Βιέννης καὶ