200
τῶν τῇδε πόλεων τὴν φυλακὴν ἐπέ.13.3 τρεψε. καὶ Γερόντιος μὲν ἐπὶ τὴν ᾿Αρήλατον ἐλάσας ἐπολιόρκει τὴν πόλιν, μετ' οὐ πολὺ δὲ στρατιᾶς ᾿Ονωρίου κατὰ τοῦ τυράννου παραγενομένης, ἧς ἡγεῖτο Κωνστάντιος ὁ τοῦ Οὐαλεντινιανοῦ τοῦ βασιλέως πατήρ, φεύγει παραχρῆμα μετ' ὀλίγων στρατιωτῶν· οἱ γὰρ πλείους τοῖς ἀμφὶ τὸν .13.4 Κωνστάντιον προσεχώρησαν. οἱ δὲ ἐν ᾿Ισπανίᾳ στρατιῶται εὐκαταφρόνητον ἀπὸ τῆς φυγῆς δόξαντα τὸν Γερόντιον ἐβουλεύσαντο ἀνελεῖν· καὶ φραξάμενοι νύκτωρ αὐτοῦ τὴν οἰκίαν κατέδραμον. ὁ δὲ μεθ' ἑνὸς ᾿Αλανοῦ ἐπιτηδείου καὶ ὀλίγων οἰκετῶν ἄνωθεν τοξεύων ὑπὲρ τοὺς τριακοσίους ἀναιρεῖ στρατιώτας. ἐπιλειψάντων δὲ τῶν βελῶν φεύγουσιν οἱ οἰκέται καθ.13.5 έντες ἑαυτοὺς λάθρα ἀπὸ τοῦ οἰκήματος. Γερόντιος δὲ τὸν ἴσον τρόπον διασωθῆναι δυνάμενος οὐχ εἵλετο, κατασχεθεὶς ἔρωτι Νοννιχίας τῆς αὐτοῦ γαμετῆς. περὶ δὲ τὴν ἕω πῦρ ἐμβαλόντων τῇ οἰκίᾳ τῶν στρατιωτῶν οὐκ ἔχων λοιπὸν σωτηρίας ἐλπίδα ἑκόντος τοῦ συνόντος αὐτῷ ᾿Αλανοῦ .13.6 ἀποτέμνει τὴν κεφαλήν, μετὰ δὲ ταῦτα καὶ τῆς ἰδίας γαμετῆς, ὀλοφυρομένης καὶ μετὰ δακρύων προσωθούσης ἑαυτὴν τῷ ξίφει καὶ πρὶν ὑφ' ἑτέροις γενέσθαι παρὰ τοῦ ἀνδρὸς ἀποθανεῖν αἰτούσης καὶ τοῦτο δῶρον ὕστα.13.7 τον παρ' αὐτοῦ λαβεῖν ἀντιβολούσης. καὶ ἡ μὲν ἀνδρεία γυνὴ τῆς θρησκείας ἐπαξίως (ἦν γὰρ Χριστιανή) ὧδε τέθνηκε, κρείττονα λήθης τὴν περὶ αὐτῆς μνήμην τῷ χρόνῳ παραδοῦσα· Γερόντιος δὲ τρίτον ἑαυτὸν τῷ ξίφει παίσας, ὡς οὐ καιρίαν λαβὼν ᾔσθετο, σπασάμενος τὸ παρὰ τὸν μηρὸν ξιφίδιον κατὰ τῆς καρδίας ἤλασε. .14.1 Κωνσταντῖνος δὲ περικαθημένης τῆς ᾿Ονωρίου στρατιᾶς ἔτι πρὸς τὴν πολιορκίαν ἀντεῖχεν, ἀγγελθέντος ᾿Εδοβίχου μετὰ πλείστης συμμαχίας ἥξειν. τοῦτο δὲ καὶ τοὺς ᾿Ονωρίου στρατηγοὺς οὐ μετρίως ἐφόβει· βουλευσαμένων τε αὐτῶν ἀναστρέφειν εἰς ᾿Ιταλίαν κἀκεῖ πειραθῆναι τοῦ πολέμου καί, ἐπειδὴ τοῦτο συνεδόκει, πλησίον ἀγγελθέντος ᾿Εδοβίχου περῶσι ῾Ροδα-.14.2 νὸν τὸν ποταμόν. καὶ Κωνστάντιος μὲν ἔχων τοὺς πεζοὺς ἐπιόντας περιμένει τοὺς πολεμίους, Οὐλφίλας δὲ ὁ Κωνσταντίου συστράτηγος οὐ πόρρωθεν ἀποκρυβεὶς μετὰ τῶν ἱππέων ἐλάνθανεν. ἐπεὶ δὲ τὸν λόχον παραμείψαντες ἡ ᾿Εδοβίχου στρατιὰ ἔμελλον εἰς χεῖρας ἰέναι τῶν ἀμφὶ τὸν Κωνστάντιον, σημείου δοθέντος ἐξαπίνης ἀναφανεὶς Οὐλφίλας κατὰ νώτου τῶν πολεμίων ἤλαυνεν· αὐτίκα τε τροπῆς γενομένης οἱ μὲν φεύγουσιν, οἱ δὲ ἀναιροῦνται· οἱ δὲ πλείους τὰ ὅπλα ἀποθέμενοι συγγνώμην ᾔτησαν καὶ φειδοῦς .14.3 ἠξιώθησαν. ᾿Εδόβιχος δὲ ἵππου ἐπιβὰς ἔφυγεν εἰς ἀγρόν τινα πρὸς ᾿Εκδίκιον τὸν κεκτημένον, πλεῖστα παρ' αὐτοῦ ᾿Εδοβίχου πρότερον εὐηργε-τημένον καὶ φίλον νομιζόμενον. ὁ δὲ τὴν αὐτοῦ κεφαλὴν ἀποτεμὼν προσφέρει .14.4 τοῖς ᾿Ονωρίου στρατηγοῖς ἐπ' ἐλπίδι μεγάλων δώρων καὶ τιμῆς. Κωνστάντιος δὲ τὴν μὲν κεφαλὴν δεχθῆναι προσέταξε, χάριν ἔχειν ᾿Εκδικίῳ τὸ δημόσιον εἰπὼν τῆς ἀφίλου πράξεως· συνεῖναι δὲ σπουδάζοντα αὐτῷ ἀναχωρῆσαι ἐκέλευσεν, οὐκ ἀγαθὴν ἡγησάμενος κακοῦ ξενοδόχου τὴν συνουσίαν ἔσεσθαι αὐτῷ ἢ τῇ στρατιᾷ. καὶ ὁ μὲν φίλου ἀνδρὸς καὶ ξένου ἐν δυσπραγίᾳ διακειμένου ἀνοσιώτατον φόνον τολμήσας κατὰ κενῆς, τοῦτο δὴ τὸ τοῦ λόγου, χανὼν ἀπῆλθε. .15.1 Μετὰ δὲ τὴν νίκην ἀντιπεραιωθείσης αὖθις πρὸς τὴν πόλιν τῆς ᾿Ονωρίου στρατιᾶς, μαθὼν Κωνσταντῖνος ἀνῃρῆσθαι τὸν ᾿Εδόβιχον αὐτὸς ἑαυτῷ τὴν ἁλουργίδα καὶ τὰ τῆς βασιλείας σύμβολα ἀπέθετο· καὶ καταλαβὼν τὴν ἐκ.15.2 κλησίαν χειροτονεῖται πρεσβύτερος. ὅρκους τε πρότερον λαβόντες οἱ ἔσω τειχῶν ἀνοίγουσι τὰς πύλας καὶ φειδοῦς ἀξιοῦνται πάντες. καὶ τὸ ἐξ ἐκείνου πάλιν τὸ τῇδε ὑπήκοον εἰς τὴν ᾿Ονωρίου ἡγεμονίαν ἐπανῆλθε καὶ τοῖς ὑπ' .15.3 αὐτὸν ἄρχουσιν ἐπείθετο. Κωνσταντῖνος δὲ ἅμα ᾿Ιουλιανῷ τῷ παιδὶ παραπεμφθεὶς εἰς ᾿Ιταλίαν, πρὶν φθάσαι κατὰ τὴν ὁδὸν κτίννυται. οὐ πολλῷ δὲ ὕστερον ἀδοκήτως ἀναιροῦνται ᾿Ιοβιανός τε καὶ Μάξιμος οἱ προειρημένοι τύραννοι καὶ Σάρος καὶ ἄλλοι πλεῖστοι ἐπὶ τούτοις ἐπιβουλεύσαντες τῇ ᾿Ονωρίου βασιλείᾳ.