105
αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι· σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας. 5.12.1 Μετὰ δὲ τὴν ᾿Αθανασίου κάθοδον Λουκίφερ ὁ Καράλων τῆς Σαρδανίας ἐπίσκοπος καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν ᾿Ιταλίᾳ Λιγύων ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον· ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν. ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς ᾿Αλεξάνδρειαν, ὅπως σὺν ᾿Αθανασίῳ σύνοδον ἀθροίσῃ 5.12.2 ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων, Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ' αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς ᾿Αντιόχειαν ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν· ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώιος, διεφέροντο δέ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί· μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον. 5.12.3 ᾿Εν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες ἀνὰ τὴν ᾿Αλεξάν-δρειαν ἅμα ᾿Αθανασίῳ καὶ Εὐσεβίῳ τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. ὁμοούσιόν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν· οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι 5.12.4 ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει. ἐπεὶ δὲ ἡ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττεν καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο, ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταὐτὸν δόξῃ τις τρισὶ προση5.12.5 γορίαις καλεῖν, ἀλλ' ἕκαστον ἰδίᾳ νοοῖτο τριχῇ. καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν ᾿Αλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν· ἀπολογούμενος δὲ ἐν τούτοις ᾿Αθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε. 5.13.1 Καὶ διαλυθείσης τῆς συνόδου παραγενόμενος Εὐσέβιος εἰς ᾿Αντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταὐτὸν συνιέναι 5.13.2 Παυλίνῳ οὐκ ἠνείχοντο, ἀλλ' ἰδίᾳ ἐκκλησίαζον. χαλεπῶς δὲ ἐνεγκών, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν εἰς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν, οὐδετέρῳ δὲ μέρει κοινωνήσας 5.13.3 ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν. ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ὁ δὲ Παυλῖνος ἔνδον μετὰ τῶν οἰκείων· πρᾶον γὰρ ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα τιμῶν Εὐζώιος ὁ τῆς ᾿Αρείου 5.13.4 αἱρέσεως προεστὼς οὔτ' ἐξέβαλε καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν. Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν ᾿Αντιοχείας. ὑβρισμένος δὲ παρ' αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε καὶ κοινωνεῖν αὐτῷ διεφέρετο· καὶ ὡς ἐξ ἔριδος τὰ δόξαντα τῇ συνόδῳ ἐν ᾿Αλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ' αὐτοῦ καλουμένων Λουκιφεριανῶν· οἱ γὰρ ἐπὶ τούτοις 5.13.5 αὐτῷ συναχθόμενοι σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου, ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν ᾿Αλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσι, ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ εἰς Σαρδανίαν ἀφίκετο. 5.13.6 Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιιὼν τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν· ἔπειτα δὲ σπουδάζων καὶ ᾿Ιλλυριοὺς 5.13.7 διῆλθε καὶ εἰς ᾿Ιταλίαν ἧκεν. ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν 5.13.7 ῾Ιλάριον, ὃς Πικτάβων (πόλις δὲ ἥδε ᾿Ακοιτανίας) ἐπίσκοπος ἦν· ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν ᾿Ιταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν· καὶ γὰρ