1
Historia ecclesiastica
ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟ∆ΟΣΙΟΝ ΚΑΙ ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ
ΙΣΤΟΡΙΑΣ
πρεφ.1.1 Φασὶ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι τοῖς μὲν
φιλοκόσμοις ἁλουργίδα καὶ στέφανον καὶ τὰ τούτοις παραπλήσια, τοῖς δ' αὖ τὰ περὶ λόγους σπουδάσασι μυθώδη τινὰ ποίησιν ἢ σύγγραμμα θέλγειν δυνάμενον, τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι βέλος εὐστόχως ἀφεῖναι καὶ θῆρα πρεφ.1.2 βαλεῖν ἢ δόρυ ἀκοντίζειν ἢ εἰς ἵππον ἅλλεσθαι· προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος ἐπιτηδεύων ὃ τῷ κρατοῦντι φίλον ἐτύγχανεν, ὁ μὲν δυσπόριστον ψηφῖδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος, ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν, ἄλλος δὲ εὔζωνον καὶ ξένον περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος· μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον, εὐσεβείας δέ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος πρεφ.1.3 λόγος ἐγένετο. σὺ δέ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ θεοῦ, ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους καὶ τῶν λοιπῶν πρεφ.1.4 ὑπηκόων περὶ σὲ καὶ τὰς σὰς πράξεις πονοῦσιν. ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινι φωνῇ καὶ σχήματι κλέπτῃ τὴν ἀκρίβειαν, ἀλλ' εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ πράγματος καὶ σχῆμα λόγου καὶ μέρη καὶ τάξιν καὶ ἁρμονίαν καὶ φράσιν καὶ πρεφ.1.5 συνθήκην καὶ ἐπιχειρήματα καὶ νοῦν καὶ ἱστορίαν· ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις καὶ χρυσαῖς εἰκόσιν <καὶ> ἀναθέσει ἀνδριάντων καὶ δώροις καὶ τιμαῖς παντοδαπαῖς. οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον ῞Ομηρον, ἢ ᾿Αλευάδαι περὶ Σιμωνίδην, ἢ ∆ιονύσιος ὁ Σικελίας τύραν-νος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον, ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον τὸν συγγραφέα, ἢ Σευῆρος ὁ Καῖσαρ περὶ ᾿Οππιανόν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον· πρεφ.1.6 Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν ῞Ομηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἀνεγράψαντο· ᾿Αλευάδαι δὲ καὶ ∆ιονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων, ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ· Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον ᾿Οππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν, ὡς χρυσᾶ ἔπη τὰ ᾿Οππιανοῦ εἰσέτι νῦν παρὰ πρεφ.1.7 τοῖς πολλοῖς ὀνομάζεσθαι. ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. σὺ δέ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις· καί μοι δοκεῖς οὐκ ἀπεικότως τοῦτο ποιεῖν. πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ καθότι τῶν πάλαι κατωρθωμένων ῞Ελλησί τε καὶ ῾Ρωμαίοις τὴν ἱστορίαν ἠκρίβω-πρεφ.1.8 σας. φασὶ δέ σε μεθ' ἡμέραν