1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

2

τὴν προτέραν υἱοθεσίαν ἀπολαβόντες, καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, 8 ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ὁ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον κήρυγμα. τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων. οὕτω καλῶς ἐχόντων τῶν πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν 10 πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος· κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν ὁ βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παρ' οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος. ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν ὅ τι 12 μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς