1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

38

καὶ φυτοῦ τινος δραξάμενος, κραταιῶς τοῦτο κατέσχε, καὶ ἐπὶ βάσεώς τινος τοὺς πόδας στηρίξας, ἔδοξεν ἐν εἰρήνῃ λοιπὸν εἶναι καὶ ἀσφαλείᾳ. βλέψας δὲ ὁρᾷ δύο μῦας, λευκὸν μὲν τὸν ἕνα, μέλανα δὲ τὸν ἕτερον, διεσθίοντας ἀπαύστως τὴν ῥίζαν τοῦ φυτοῦ, οὗ ἦν ἐξηρτημένος, καὶ ὅσον οὔπω ἐγγίζοντας ταύτην ἐκτεμεῖν. κατανοήσας δὲ τὸν πυθμένα τοῦ βόθρου, δράκοντα εἶδε φοβερὸν τῇ θέᾳ, πῦρ πνέοντα καὶ δριμύτατα βλοσυροῦντα, τὸ στόμα τε δεινῶς περιχάσκοντα καὶ καταπιεῖν αὐτὸν ἐπειγόμενον. ἀτενίσας δὲ αὖθις τῇ βάσει ἐκείνῃ, ἐφ' ᾗ τοὺς πόδας εἶχεν ἐρηρεισμένους, τέσσαρας εἶδε κεφαλὰς ἀσπίδων τοῦ τοίχου προβεβληκυίας, ἐφ' οὗ ἐπεστήρικτο. ἀναβλέψας δὲ τοὺς ὀφθαλμούς, ὁρᾷ ἐκ τῶν κλάδων τοῦ φυτοῦ ἐκείνου μικρὸν ἀποστάζον μέλι. ἐάσας οὖν διασκέψασθαι περὶ τῶν περιεχουσῶν αὐτῷ συμφορῶν, ὅπως ἔξωθεν μὲν ὁ μονόκερως δεινῶς ἐκμανεὶς ζητεῖ τοῦτον καταφαγεῖν, κάτωθεν δὲ ὁ πικρὸς δράκων κέχηνε καταπιεῖν, τὸ δὲ φυτὸν ὃ περιεδέδρακτο ὅσον οὔπω ἐκκόπτεσθαι ἔμελλε, τούς τε πόδας ἐπ' ὀλισθηρᾷ καὶ ἀπίστῳ βάσει ἐπεστήρικτο· τῶν τοσούτων οὖν καὶ τοιούτων φρικτῶν θεαμάτων ἀλογίστως ἐπιλαθόμενος, ὅλῳ νοῒ μέλιτος ἐκείνου τοῦ μικροῦ γέγονε τῆς ἡδύτητος ἐκκρεμής. 190 Αὕτη ἡ ὁμοίωσις τῶν τῇ ἀπάτῃ τοῦ παρόντος προστετηκότων βίου, ἧσπερ τὴν σαφήνειαν αὐτίκα λέξω σοι. ὁ μὲν μονόκερως τύπος ἂν εἴη τοῦ θανάτου, τοῦ διώκοντος ἀεὶ καὶ καταλαβεῖν ἐπειγομένου τὸ Ἀδαμιαῖον γένος· ὁ δὲ βόθρος ὁ κόσμος ἐστὶ πλήρης ὑπάρχων παντοίων κακῶν καὶ θανατηφόρων παγίδων· τὸ φυτὸν δὲ τὸ ὑπὸ τῶν δύο μυῶν ἀπαύστως συγκοπτόμενον, ὃ περιεδέδρακτο, ὁ δίαυλος ὑπάρχει τῆς ἑκάστου ζωῆς, ὁ δαπανώμενος καὶ ἀναλισκόμενος διὰ τῶν ὡρῶν τοῦ ἡμερονυκτίου καὶ τῇ ἐκτομῇ κατὰ μικρὸν προσεγγίζων· αἱ δὲ τέσσαρες ἀσπίδες τὴν ἐπὶ τεσσάρων σφαλερῶν καὶ ἀστάτων στοιχείων σύστασιν τοῦ ἀνθρωπείου σώματος αἰνίττονται, ὧν ἀτακτούντων καὶ ταραττομένων ἡ τοῦ σώματος καταλύεται σύστασις· πρὸς τούτοις καὶ ὁ πυρώδης ἐκεῖνος καὶ ἀπηνὴς δράκων τὴν φοβερὰν εἰκονίζει τοῦ ᾅδου γαστέρα, τὴν μαιμάσσουσαν ὑποδέξασθαι τοὺς τὰ παρόντα τερπνὰ τῶν μελλόντων ἀγαθῶν προκρίνοντας. ὁ δὲ τοῦ μέλιτος σταλαγμὸς τὴν γλυκύτητα ἐμφαίνει τῶν τοῦ κόσμου ἡδέων, δι' ἧς ἐκεῖνος ἀπατῶν τοὺς ἑαυτοῦ φίλους οὐκ ἐᾷ τῆς σφῶν προνοήσασθαι σωτηρίας. χιιι Ταύτην ὁ Ἰωάσαφ λίαν ἀποδεξάμενος τὴν παραβολήν, ἔφη· Ὡς ἀληθὴς ὁ λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει ὁ καθ' ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. 192 Ὁ δὲ γέρων εἶπεν· Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὧν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρούμενος· πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ' ἢ μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῷ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον φίλον, λέγει. Οἶδας, ὦ φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ· νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης.