1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

22

καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ ∆ημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. 108 Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ ∆ημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι. εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον· πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας· οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τῷ οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ· Ἐργασίας γάρ, φησίν, ὁ παρὼν καιρός, ὁ 110 δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῷ παρόντι βίῳ κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνῃρέθησαν· ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῇ καὶ εὐημερίᾳ τὴν παροῦσαν ζωὴν ἀνήλωσαν· ὁ δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται· Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαῖος τῶν ἡμερῶν καὶ πάντων ∆ημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν· ἀλλ' ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῇ 112 ἁγίᾳ Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ