1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

106

τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων· Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ' εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου· καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους 542 σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν· ἐπίταξον αὐτοὺς μὴ κατ' αὐτοῦ ὀργίζεσθαι. πάντα γὰρ δυνατά σοι τῷ πάντων ∆εσπότῃ, ἀλλ' ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ· τοῦτο ἀδύνατον. τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῷ Θεῷ ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος ἀποστάς, μὴ βρώσεως ἢ πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών· ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει. τῇ ὀγδόῃ δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων. χχχῃι Ἐν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος, τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους. καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων· Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, 544 καὶ οὐδὲν αὐτῷ οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ' ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ' ἢ μόνα τὰ αὐτῷ πεπραγμένα ὁποῖα ἂν ᾖ. τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ' εἰς κενὸν τὰς τοιαύτας ἀνήλωσα ἡμέρας· ἀλλ' ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα,