1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

41

αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. σύμβουλον δὲ ἀγαθόν, τὸν τἀληθῆ πάντα γνωρίσαντα καὶ τὰ σωτήρια διδάξαντα 204 ἐπιτηδεύματα τῷ συνετῷ καὶ σοφωτάτῳ βασιλεῖ, τὴν ἐμὴν ὑπολάμβανε εὐτελῆ χθαμαλότητα, ὃς τὴν ἀγαθὴν ὁδὸν καὶ ἀπλανῆ ὑποδεῖξαί σοι ἥκω, τοῖς αἰωνίοις μὲν καὶ ἀτελευτήτοις ἐνάγων κἀκεῖσε πάντα συμβουλεύων ἀποθέσθαι, ἀπάγων δὲ τοῦ πλάνου κόσμου τούτου, ὅνπερ κἀγὼ δυστυχῶς ἐφίλουν, καὶ τῶν αὐτοῦ ἀντειχόμην τερπνῶν τε καὶ ἀπολαυστικῶν. κατανοήσας δὲ τοῖς ἀπλανέσι τοῦ νοὸς ὀφθαλμοῖς πῶς ἐν τούτοις πᾶς ὁ τῶν ἀνθρώπων κατατρίβεται βίος, τῶν μὲν παραγινομένων, τῶν δὲ ἀπαιρόντων, καὶ μηδενὸς ἔχοντος τὸ στάσιμόν τε καὶ βέβαιον, μήτε τῶν πλουτούντων ἐν τῷ πλούτῳ, μήτε τῶν δυνατῶν ἐν τῇ ἰσχύϊ, μήτε τῶν σοφῶν ἐν τῇ σοφίᾳ, μηδ' αὖ τῶν εὐημερούντων ἐν τῇ εὐημερίᾳ, μήτε τῶν τρυφώντων ἐν τῇ σπατάλῃ, μήτε τῶν ἀσφαλῶς δοκούντων βιοῦν ἐν τῇ ματαίᾳ αὐτῶν καὶ ἀδρανεστάτῃ ἀσφαλείᾳ, μήτε ἐν ἄλλῳ τινὶ τῶν ἐνταῦθα ἐπαινουμένων, ἀλλ' ἔοικε τὸ πρᾶγμα χειμάρρων παρόδῳ ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ (ῥευστὰ γὰρ οὕτως εἰσὶ τὰ παρόντα πάντα καὶ πρόσκαιρα), συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα καὶ ὄνησις αὐτῶν οὐδεμία, ἀλλ', ὥσπερ τὰ πρότερον πάντα λήθῃ κέκρυπται, εἴτε δόξαν εἴποις, εἴτε βασιλείαν, εἴτε ἀξιωμάτων λαμπρότητας, εἴτε δυναστείας ὄγκον, εἴτε τυράννων θρασύτητα, εἴτε τι τῶν τοιούτων, οὕτως καὶ τὰ ἐνεστῶτα εἰς τοὺς ἑξῆς καὶ μετέπειτα χρόνους ἀμαυρωθήσεται. ὧνπερ κἀγὼ εἷς ὑπάρχων τῇ συνήθει πάντως ἀλλοιώσει ὑποπεσοῦμαι, καὶ καθὼς οἱ πρὸ ἐμοῦ δι' αἰῶνος τέρπεσθαι τοῖς παροῦσιν οὐ συνεχωρήθησαν, 206 οὕτως ἔσται καὶ ἐπ' ἐμοί. κατεῖδον γὰρ οἷα τοὺς ἀνθρώπους ὁ τύραννος οὗτος καὶ ταραχώδης κατεργάζεται κόσμος, μετατιθεὶς αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, οὓς μὲν ἐκ πλούτου πρὸς πενίαν, οὓς δὲ ἐκ πενίας εἰς δόξαν, τούτους μὲν ὑπεξάγων τοῦ βίου, ἄλλους δὲ αὖθις ἀντεισάγων, τινὰς μὲν σοφοὺς καὶ συνετοὺς ἀποδοκιμάζων, ἀτίμους τε καὶ εὐτελεῖς τοὺς τιμίους καὶ περιφανεῖς ἐργαζόμενος, ἄλλους δὲ ἀσόφους τε καὶ ἀσυνέτους ἐπὶ θρόνου καθίζων δόξης, τιμίους τε τοὺς ἀτίμους καὶ ἀφανεῖς πᾶσι δεικνύων. Καὶ ἔστιν ἰδεῖν τὸ τῶν ἀνθρώπων γένος μηδόλως κατὰ πρόσωπον τῆς αὐτοῦ ἀπηνοῦς τυραννίδος ἔχον στάσιν· ἀλλ', ὡς ὅταν περιστερά, φεύγουσα ἀετὸν εἴτε ἱέρακα, τόπους ἐκ τόπων ἀμείβῃ, νῦν μὲν τούτῳ τῷ δένδρῳ, αὖθις ἐκείνῳ τῷ θάμνῳ, εἶτ' εὐθὺς τρώγλαις τῶν πετρῶν καὶ παντοίαις ἀκάνθαις ἑαυτὴν προσαράσσουσα, καὶ οὐδαμοῦ εὑρίσκουσα προσφύγιον ἀσφαλές, ἐν σάλῳ καὶ ταλαντώσει ταλαιπωρεῖται διηνεκεῖ, οὕτως εἰσὶν οἱ τοῖς παροῦσιν ἐπτοημένοι, ὑφ' ὁρμῆς μὲν ἀλογίστου ἀθλίως πονοῦντες, μηδόλως δέ τι ἔχοντες βέβαιον ἢ ἀσφαλές, μήτ' ἐπιστάμενοι εἰς ὁποῖον καταντῶσι τέλος, καὶ ποῦ τούτους ὁ μάταιος ἄγει βίος, ᾧ καθυπέταξαν ἑαυτοὺς λίαν δυστυχῶς καὶ ἀθλίως, πονηρὰ μὲν ἑλόμενοι ἀντὶ ἀγαθῶν, μετελθόντες δὲ κακίαν ἀντὶ χρηστότητος, ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας, εἴτε οἰκεῖος, εἴτε ἀλλότριος· καὶ πολλάκις οὐδὲ φίλος ὅλως ἢ γνωστός, ἀλλ' ἐχθρὸς καὶ πολέμιος. 2 08 Ταῦτα πάντα καὶ τὰ τούτοις ἑπόμενα διακρίνας ἐν τῷ τῆς ψυχῆς κριτηρίῳ, ἐμίσησα τὸν σύμπαντά μου βίον τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆς πόνοις προστετηκώς. ἀποβαλλομένῳ δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατεφάνη τὰ τῷ ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῇ ἀπλανεστάτῃ ὁδῷ τῶν ἐντολῶν