1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

99

σπήλαιον καταλαμβάνει τοῦ ἱεροῦ ἀνδρὸς ἐκείνου, πρὸς ὃν καὶ ὁ Ναχὼρ ἀπεληλύθει, καὶ τὰ κατ' αὐτὸν διηγεῖται πάντα, κόνιν μὲν ἐπὶ κεφαλῆς καταχεάμενος, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, καθεξῆς δὲ τῷ γέροντι τὰς μυσαρὰς αὐτοῦ διηγούμενος πράξεις. ἐκεῖνος δέ, περὶ τὸ σῶσαι ψυχὴν καὶ τῆς τοῦ δολίου δράκοντος ἐξαρπάσαι φάρυγγος εὐτεχνότατος ὤν, κατεπᾴδει αὐτὸν ῥήμασι σωτηρίοις, ἐγγυᾶται τὴν ἄφεσιν, ἵλεων ὑπισχνεῖται τὸν δικαστήν. εἶτα κατηχήσας καὶ νηστεύειν ἐπὶ πολλὰς ἐντειλάμενος ἡμέρας, τῷ θείῳ καθαίρει βαπτίσματι. καὶ ἦν ὁ ἄνθρωπος μετανοῶν γνησίως πάσας αὐτοῦ τὰς ἡμέρας, ἐφ' οἷς ἐπλημμέλησε, δάκρυσί τε καὶ στεναγμοῖς τὸν Θεὸν ἐξιλεούμενος. χχχιιι Ὁ δέ γε βασιλεύς, τούτων οὕτως ἀποβάντων, πάντοθεν ἐξαπορηθείς, δῆλος ἦν ἰσχυρῶς ἀνιώμενος καὶ πολὺν τὸν σάλον φέρων ἐν τῇ ψυχῇ. συγκαλέσας δὲ αὖθις ὅσοι τῆς συγκλήτου βουλῆς ἐτύγχανον, ἐσκέπτετο τί λοιπὸν τῷ ἰδίῳ ποιή 506 σειεν υἱῷ. πολλὰς δὲ βουλὰς τῶν πολλῶν ὑποθεμένων, ὁ ἀνωτέρω μνημονευθεὶς Ἀραχὴς ἐκεῖνος, ἐπιφανέστερος τὴν ἡγεμονίαν καὶ πρῶτος τῆς βουλῆς ὑπάρχων, ἔφη τῷ βασιλεῖ· Τί ἔδει, βασιλεῦ, ποιῆσαι τῷ υἱῷ σου καὶ οὐ πεποιήκαμεν, τοῦ πεῖσαι αὐτὸν τοῖς ἡμετέροις ἕπεσθαι δόγμασι καὶ τοῖς θεοῖς ἡμῶν λατρεύειν; ἀλλ', ὡς ὁρῶ, ἀνηνύτοις ἐπιχειροῦμεν· ἐκ φύσεως γὰρ αὐτῷ, ἢ τῆς τύχης ἴσως, τὸ φιλόνεικόν τε καὶ ἀμείλικτον. εἰ μὲν οὖν βασάνοις αὐτὸν ἐκδοῦναι θελήσειας καὶ τιμωρίαις, σύ τε πολέμιος ἔσῃ τῆς φύσεως καὶ οὐ πατὴρ ἔτι κληθήσῃ, κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν. λείπεται γοῦν τοῦτο μόνον ποιῆσαι· διελεῖν αὐτῷ τὴν βασιλείαν, καὶ εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος βασιλεύειν ἐπιτρέψαι. καί, εἰ μὲν ἡ τῶν πραγμάτων φύσις καὶ ἡ μέριμνα τῶν βιωτικῶν ἑλκύσωσιν αὐτὸν τὸν ἡμέτερον ἀσπάσασθαι σκοπόν τε καὶ βίον, ἔσται ἡμῖν κατὰ σκοπὸν τὸ πρᾶγμα· τὰ γὰρ ἰσχυρῶς βεβαιωθέντα τῇ ψυχῇ ἔθη δυσεξάλειπτά εἰσι καὶ πειθοῖ μᾶλλον ἢ βίᾳ μεταβάλλεται. εἰ δὲ τῇ θρησκείᾳ παραμενεῖ τῶν Χριστιανῶν, αὐτὸ δὴ τοῦτο, τὸ μὴ ζημιωθῆναί σε τὸν υἱόν, ἔσται σοι τῆς ἀθυμίας ποσῶς παραμύθιον. ταῦτα τοῦ Ἀραχῆ εἰπόντος, πάντες συνεμαρτύρουν ἀποδεχόμενοι τὴν γνώμην. συντίθεται τοίνυν καὶ ὁ βασιλεὺς οὕτω ταῦτα διατεθῆναι. Καὶ δὴ προσκαλεσάμενος ἕωθεν ἔφη τῷ υἱῷ· Οὗτός μοι τελευταῖος ἤδη πρὸς σὲ λόγος, υἱέ· οὗπερ εἰ μὴ εὐθὺς κατήκοος γένῃ καὶ κἂν ἐν τούτῳ τὴν ἐμὴν θεραπεύσῃς καρδίαν, οὐκ ἔτι σου, εὖ ἴσθι, φείσομαι. τοῦ δὲ υἱοῦ πυθομένου τίς ἡ 508 τοῦ λόγου δύναμις, Ἐπείπερ, φησί, πολλὰ μογήσας, ἀνένδοτόν σε πρὸς πάντα εὗρον τοῦ πεισθῆναί μου τοῖς λόγοις, δεῦρο δὴ λοιπόν, τὴν βασιλείαν διελών, ἀνὰ μέρος εἶναί σε καὶ βασιλεύειν ποιήσω· καὶ ἔσται σοι λοιπὸν ἐπ' ἀδείας ἣν ἂν ποθῇς ἰέναι ὁδόν. γνοῦσα δὲ ἡ θεία ψυχὴ ἐκείνη καὶ τοῦτο ἐπ' ὀλίσθῳ τῆς αὐτοῦ προαιρέσεως προβαλεῖν τὸν βασιλέα, ὅμως ἐπακοῦσαι συνεῖδεν, ἵνα, τὰς αὐτοῦ διαδρὰς χεῖρας, τὴν ἐπιθυμουμένην αὐτῷ πορεύσηται ὁδόν. ὑπολαβὼν οὖν, τῷ βασιλεῖ ἔφη· Ἐγὼ μὲν ἐπόθουν τὸν θεῖον ἐκεῖνον ζητῆσαι ἄνδρα, τὸν ὑποδείξαντά μοι τὴν ὁδὸν τῆς σωτηρίας, καὶ πᾶσι χαίρειν εἰπόντα μετ' αὐτοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι· ἀλλ' ἐπεί με, πάτερ, οὐ συγχωρεῖς τὰ καταθύμια πράττειν, πείθομαί σοι ἐν τούτῳ. ἐν οἷς γὰρ οὐ πρόκειται προφανὴς ἀπώλεια καὶ Θεοῦ ἀλλοτρίωσις, καλὸν τῷ πατρὶ πείθεσθαι. Χαρᾶς οὖν ὅτι πλείστης ὁ βασιλεὺς πλησθεὶς διαιρεῖ μὲν τὴν ὑποτελῆ αὐτῷ χώραν πᾶσαν εἰς δύο, χειροτονεῖ δὲ τὸν υἱὸν βασιλέα, κοσμεῖ τῷ διαδήματι, καὶ πάσῃ τοῦτον βασιλικῇ καταλαμπρύνας δόξῃ εἰς τὴν ἀφορισθεῖσαν αὐτῷ ἐκπέμπει βασιλείαν μετὰ λαμπρᾶς δορυφορίας. τοῖς ἄρχουσι δὲ καὶ ἡγεμόσι, στρατηγοῖς τε καὶ σατράπαις κελεύει, παντὶ τῷ βουλομένῳ, ἀπελθεῖν μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ βασιλέως. καὶ πόλιν τινὰ μεγάλην καὶ πολυάνθρωπον ἀφορίζει αὐτοῦ τῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ