1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

39

πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν; καὶ τίς ἡ παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη· Οὐκ εἰμί σου φίλος, ἄνθρωπε· οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ' ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα ἐν τῇ ὁδῷ ᾗ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν 194 ἄλλην παρ' ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι· Μέμνησαι, ὦ ἑταῖρε, ὅσης ἀπήλαυσας παρ' ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης· σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. ὁ δέ φησιν· Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι· μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ' ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε· καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ὁ ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ, ὃν οὐδέποτε ἐθεράπευσεν, οὐδὲ κοινωνὸν τῆς ἑαυτοῦ εὐφροσύνης προσεκαλέσατο· καί φησι πρὸς αὐτὸν κατῃσχυμμένῳ τε καὶ κατηφιῶντι τῷ προσώπῳ· Οὐκ ἔχω στόμα διᾶραι πρὸς σέ, γινώσκων ἀκριβῶς ὅτι οὐ μέμνησαί μου πώποτε εὐεργετήσαντός σε, ἢ προσφιλῶς διατεθέντος σοι. ἀλλ' ἐπεὶ συμφορά με κατέλαβε χαλεπωτάτη, οὐδαμόθεν δὲ τῶν λοιπῶν μου φίλων εὗρον σωτηρίας ἐλπίδα, παρεγενόμην πρὸς σέ, δυσωπῶν, εἰ ἔστι σοι ἰσχύς, μικράν τινα βοήθειαν παρασχεῖν μοι. μὴ οὖν ἀπαγορεύσῃς, μηνίσας μου τῆς ἀγνωμοσύνης. ὁ δέ φησιν ἱλαρῷ καὶ χαρίεντι προσώπῳ· Ναὶ δὴ φίλον ἐμὸν γνησιώτατον ὁμο 196 λογῶ σε ὑπάρχειν· καί, τῆς μικρᾶς ἐκείνης μεμνημένος σου εὐποιίας, σὺν τόκῳ σήμερον ἀποδώσω σοι. μὴ φοβοῦ τοίνυν, μηδὲ δέδιθι· ἐγώ σου γὰρ προπορεύσομαι, ἐγὼ δυσωπήσω ὑπὲρ σοῦ τὸν βασιλέα, καὶ οὐ μὴ παραδῶ σε εἰς χεῖρας ἐχθρῶν σου. θάρσει οὖν, προσφιλέστατε, καὶ μὴ λυποῦ. τότε κατανυγεὶς ἐκεῖνος ἔλεγε μετὰ δακρύων· Οἴμοι τί πρῶτον θρηνήσω, καὶ τί κλαύσομαι πρῶτον; τῆς ματαίας μου καταγνώσομαι προσπαθείας εἰς τοὺς ἀμνήμονας καὶ ἀχαρίστους καὶ ψευδεῖς φίλους ἐκείνους; ἢ τὴν φρενοβλαβῆ ταλανίσω ἀγνωμοσύνην, ἥνπερ τῷ ἀληθεῖ τούτῳ καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; Ὁ δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν ὁ Βαρλαάμ· Ὁ πρῶτος φίλος ἂν εἴη ἡ τοῦ πλούτου περιουσία καὶ ὁ τῆς φιλοχρηματίας ἔρως, ἐφ' ᾧ μυρίοις ὁ ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας· ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης· οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου· ἀλλ' ἢ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ', εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, ἢ τὸ σῶμα τοῦ ποτε προσφιλοῦς 198 καλύψαντες τάφῳ. ὁ δ' αὖ τρίτος φίλος ὁ παρεωραμένος καὶ φορτικός, ὁ μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, ὁ τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ ὁ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, ὁ δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς