1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

78

τῶν ῥητόρων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος· σὺ εἶ ὁ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτῃ περιβαλὼν τῇ πλάνῃ καὶ τῷ ἐσταυρωμένῳ διδάξας λατρεύειν; καὶ ὁ Ναχώρ· Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, ὁ τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνῃ περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῷ ἀληθινῷ προσοικειωσάμενος Θεῷ. καὶ ὁ ῥήτωρ· Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβο 396 μένων, πῶς αὐτὸς γλῶσσαν κατ' αὐτῶν κινεῖς, καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾷς; Τίς δὲ ἡ ἀπόδειξις μὴ τούτους εἶναι θεούς, ἀλλὰ τὸν ἐσταυρωμένον; ὑπολαβὼν δὲ ὁ Ναχὼρ τὸν μὲν ῥήτορα ἐκεῖνον οὐδόλως ἀποκρίσεως ἠξίωσε· κατασείσας δὲ τῇ χειρὶ τὸ πλῆθος σιγᾶν, ἀνοίξας τὸ στόμα αὐτοῦ, καθάπερ ὁ τοῦ Βαλαὰμ ὄνος, ἃ οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε· καί φησι πρὸς τὸν βασιλέα· χχῃιι Ἐγώ, βασιλεῦ, προνοίᾳ Θεοῦ ἦλθον εἰς τὸν κόσμον· καὶ θεωρήσας τὸν οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασα τὴν διακόσμησιν τούτων. ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ὅτι κατὰ ἀνάγκην κινεῖται, συνῆκα τὸν κινοῦντα καὶ διακρατοῦντα εἶναι Θεόν· πᾶν γὰρ τὸ κινοῦν ἰσχυρότερον τοῦ κινουμένου, καὶ τὸ διακρατοῦν ἰσχυρότερον τοῦ διακρατουμένου ἐστίν. αὐτὸν οὖν λέγω εἶναι Θεὸν τὸν συστησάμενον τὰ πάντα καὶ διακρατοῦντα, ἄναρχον καὶ ἀΐδιον, ἀθάνατον καὶ ἀπροσδεῆ, ἀνώτερον πάντων τῶν παθῶν καὶ ἐλαττωμάτων, ὀργῆς τε καὶ λήθης καὶ ἀγνοίας καὶ τῶν λοιπῶν. δι' αὐτοῦ δὲ τὰ πάντα συνέστηκεν. οὐ χρῄζει θυσίας καὶ σπονδῆς, οὐδὲ πάντων τῶν φαινομένων· πάντες δὲ αὐτοῦ χρῄζουσι. Τούτων οὕτως εἰρημένων περὶ Θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν, ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν τίνες αὐτῶν μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. 398 φανερὸν γάρ ἐστιν ἡμῖν, ὦ βασιλεῦ, ὅτι τρία γένη εἰσὶν ἀνθρώπων ἐν τῷδε τῷ κόσμῳ· ὧν εἰσὶν οἱ τῶν παρ' ὑμῶν λεγομένων θεῶν προσκυνηταί, καὶ Ἰουδαῖοι, καὶ Χριστιανοί· αὐτοὶ δὲ πάλιν, οἱ τοὺς πολλοὺς σεβόμενοι θεούς, εἰς τρία διαιροῦνται γένη, Χαλδαίους τε καὶ Ἕλληνας καὶ Αἰγυπτίους· οὗτοι γὰρ γεγόνασιν ἀρχηγοὶ καὶ διδάσκαλοι τοῖς λοιποῖς ἔθνεσι τῆς τῶν πολυωνύμων θεῶν λατρείας καὶ προσκυνήσεως. ἴδωμεν οὖν τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. Οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες Θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ ἤρξαντο σέβεσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα αὐτούς· ὧν καὶ μορφώματά τινα ποιήσαντες ὠνόμασαν ἐκτυπώματα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης, ἡλίου τε καὶ σελήνης, καὶ τῶν λοιπῶν στοιχείων ἢ φωστήρων, καί, συγκλείσαντες ναοῖς, προσκυνοῦσι θεοὺς καλοῦντες, οὓς καὶ τηροῦσιν ἀσφαλῶς ἵνα μὴ κλαπῶσιν ὑπὸ λῃστῶν. καὶ οὐ συνῆκαν ὅτι πᾶν τὸ τηροῦν μεῖζον τοῦ τηρουμένου ἐστί, καὶ ὁ ποιῶν μείζων ἐστὶ τοῦ ποιουμένου· εἰ γὰρ ἀδυνατοῦσιν οἱ θεοὶ αὐτῶν περὶ τῆς ἰδίας σωτηρίας, πῶς ἄλλοις σωτηρίαν χαρίσονται; πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι, σεβόμενοι ἀγάλματα νεκρὰ καὶ ἀνωφελῆ. καὶ θαυμάζειν μοι ἐπέρχεται, ὦ βασιλεῦ, πῶς οἱ λεγόμενοι φιλόσοφοι αὐτῶν οὐδόλως συνῆκαν ὅτι καὶ αὐτὰ τὰ στοιχεῖα φθαρτά ἐστιν. εἰ δὲ τὰ στοιχεῖα φθαρτά ἐστι καὶ ὑποτασσόμενα κατὰ ἀνάγκην, πῶς εἰσι θεοί; εἰ δὲ τὰ στοιχεῖα 400 οὐκ εἰσὶ θεοί, πῶς τὰ ἀγάλματα, ἃ γέγονεν εἰς τιμὴν αὐτῶν, θεοὶ ὑπάρχουσιν; Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπὶ αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀποδείξωμεν