1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

59

μακάριος ∆αυΐδ· οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς τὸν Θεόν· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης· ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα· ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. Οὕτως βοῶντός σου ὁ Θεὸς ἐπακούσεται· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσῃ εὐχήν, μακάριος ἔσῃ· ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον 298 καὶ παρακαλοῦντα τὸν Θεόν, μὴ καθ' ἑκάστην προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ πασῶν ὑπερίπτασθαι τῶν τοῦ ἐχθροῦ παγίδων. ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καθάπερ τις τῶν ἁγίων ἔφησε, Καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἰδίων ἁμαρτημάτων ἀναμνησθείς, καὶ περὶ τῆς συγχωρήσεως τούτων διαλεχθείς, καὶ δάκρυσι θερμοτάτοις δεηθεὶς ἵλεω γενέσθαι αὐτῷ τὸν φιλάνθρωπον, ἀπὸ τῆς ἐν τοῖς λόγοις καὶ διαλογισμοῖς τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται, καὶ Θεῷ συνόμιλος ἀξιοῦται κληθῆναι· οὗπερ τί γένοιτ' ἂν μακαριώτερον ἢ ὑψηλότερον; ἀξιώσαι σε οὖν Κύριος τῆς τοιαύτης ἐπιτυχεῖν μακαριότητος. Ἰδοὺ γάρ σοι τὴν ὁδὸν ὑπέδειξα τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. καὶ ἐγὼ μὲν ἤδη τὴν πρὸς σέ μου διακονίαν τετέλεκα· λοιπὸν αὐτὸς ἀναζωσάμενος τὴν ὀσφὺν τῆς διανοίας σου, κατὰ τὸν καλέσαντά σε ἅγιον, καὶ αὐτὸς ἅγιος ἐν πάσῃ ἀναστροφῇ γενοῦ· Ἅγιοι γὰρ γίνεσθε, διότι ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος. γράφει δὲ καὶ ὁ κορυφαιότατος τῶν ἀποστόλων· Εἰ Πατέρα, φησίν, ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. 300 Ταῦτα οὖν πάντα ἐν καρδίᾳ τιθέμενος, μέμνησο 300 ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνῳ ἀπολαβεῖν τῷ αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα μηδέν σοι πλησιάσῃ τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ' ἀξιωθῇς ἐν πάσῃ τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῷ φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζομένης. χχι Τοιούτοις οὖν ἠθικοῖς ῥήμασι νουθετήσας ὁ τιμιώτατος γέρων τὸν τοῦ βασιλέως υἱόν, εἰς τὴν ἰδίαν ἀπῄει ξενίαν. οἱ δὲ ὑπηρέται τοῦ νέου καὶ παιδαγωγοὶ τὴν συχνὴν αὐτοῦ εἰσέλευσιν ἐν τῷ παλατίῳ ὁρῶντες ἐθαύμαζον. εἷς δὲ τῶν προεχόντων ἐν αὐτοῖς, ὃν ὡς πιστότατον καὶ εὐγνώ 302 μονα κατέστησεν ὁ βασιλεὺς ἐπὶ τοῦ παλατίου τοῦ υἱοῦ αὐτοῦ, Ζαρδὰν καλούμενος, φησὶ πρὸς τὸν τοῦ βασιλέως υἱόν· Οἶδας πάντως, ὦ δέσποτα, ὅσος ἐπ' ἐμοὶ ὁ τοῦ σοῦ πατρὸς φόβος καὶ ὅση μου ἡ πρὸς αὐτὸν πίστις· διό με