1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

77

τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ' αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. ὁ μὲν γὰρ τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων· οἱ δὲ τοῖς ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, ᾧ καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως. Ἄγεται τοίνυν ὁ Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος· καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ· ἑτέρα δὲ πάλιν ἡ σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν ὁ βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν· Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων ὁ μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν· ἢ τὰ ἡμέτερα κρατύναντας, καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ' ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδουλώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. 392 καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῷ λοιπῷ σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων. Τούτων ἀκούσας ὁ Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα τῷ βόθρῳ ᾧ εἰργάσατο καὶ τῇ παγίδι ᾗ ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ' ἑαυτόν, τῷ τοῦ βασιλέως υἱῷ μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου 394 τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν εἰδώλων καὶ ὁ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ ὁ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο. Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῷ Ναχὼρ εἷς