1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

75

ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ ∆εσπότου ἐπηγ 380 γελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης. πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, ὁ μόνος Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῷ τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἱλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ τότε πάντες οἱ ἀπ' αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου ∆εσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ 382 τῷ ἡλιακῷ παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῷ φωτὶ τῷ ἀπροσίτῳ, ἐν τῇ δόξῃ τῇ ἀπορρήτῳ καὶ ἀτελευτήτῳ. Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες, τὰς ἡδονάς τε τοῦ ματαίου βίου τούτου ποθήσαντες, καὶ δίκην χοίρων τῷ βορβόρῳ τῶν παθῶν κυλισθέντες, καὶ πάσης κακίας ὁρμητήριον τὰς ἑαυτῶν ψυχὰς ποιησάμενοι, σταθήσονται γυμνοὶ καὶ τετραχηλισμένοι, κατησχυμμένοι καὶ κατηφεῖς, ἐλεεινοὶ καὶ τῷ σχήματι καὶ τῷ πράγματι, ὄνειδος προκείμενοι πάσῃ τῇ κτίσει. πάντα δὲ αὐτῶν τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ, πρὸ προσώπου αὐτῶν ἐλεύσονται. εἶτα, μετὰ τὴν αἰσχύνην ἐκείνην τὴν χαλεπωτάτην καὶ τὸ ὄνειδος ἐκεῖνο τὸ ἀφόρητον, καταδικασθήσονται εἰς τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον καὶ ἀφεγγές, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ σκώληκα τὸν ἰοβόλον. αὕτη ἡ μερὶς αὐτῶν, οὗτος ὁ κλῆρος, οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι, ἀνθ' ὧν, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ παρωσάμενοι, διὰ πρόσκαιρον ἁμαρτίας ἡδονὴν κόλασιν αἰώνιον ἐξελέξαντο. ὑπὲρ δὴ 384 τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν καὶ τῆς ἀπορρήτου δόξης ἀπολαύειν, τοῖς ἀγγέλοις δὲ ἀντιλάμπειν, καὶ τῷ ἀγαθῷ καὶ γλυκυτάτῳ ∆εσπότῃ μετὰ παρρησίας παρίστασθαι, τὰς πικροτάτας δὲ τιμωρίας καὶ ἀτελευτήτους καὶ τὴν ὀδυνηρὰν ἐκείνην ἐκφυγεῖν αἰσχύνην, πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῇ καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσῃ τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῷ φωτὶ περιλαμφθῇ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;